Ancient Greek · ~15 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 21. ΔATAMHΣ..1
Not analysed yet
Δατάμης ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος μι- σθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα. ᾿ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὑδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυο- μένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκο- θμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύ- χασαν οὐκ ἀπαιτοῦντες. Δατάμης ἐπιβουλείων Σινωπεῦσι ναυτικὸν ἔχου- σιν αὐτος ναυπηγῶν καὶ τεκτόνων ἀπορούμενος φιλίαν συνθέμενος πρὸς αὐτοὺς ἐπηγγείλατο Σήσαμον αὐτοῖς ἐκπολιορκήσας παραδώσειν, ἣν μάλιστα πολεμιωτάτην ἡγοῦντο. ἐπίστευσαν οἱ Σινωπεῖς καὶ παρεκάλεσαν, ὧν ἂν ἐς τὸν πόλεμον δέοιτο, παρʼ αὐτῶν λαμβάνειν. ὁ δὲ ἄλλου μὲν οὐδενὸς ἔφη δεῖσθαι ὡς λαμπρὰι χορηγίαν ἔχων καὶ χρημάτων καὶ σωμάτων, τοὺς δὲ τὰ μηχανήματα, κριοὺς καὶ χελώνας, κατασκευάζοντας οὐκ ἔχειν, ἃ δὴ μάλιστα ὠφέλιμα τοῖς πολιορκοῦσιν. οἱ Σινωπεῖς πάντας τοὺς ἐν τῇ πόλει τεχνίτας καὶ ἀρχιτέκτονας ἔπεμψαν αὐτῷ. ὁ δὲ ταῖς τέχναις αὐτῶν χρησάμενος νοῦς πολλὰς καὶ μηχανήματα κατασκευάσας ἀντὶ Σησάμου τὴν Σινώπην ἐπολιόρκησεν. Δατάμης Εὐφράτην διαβὰς ἐπολέμει μεγάλῳ βα- σιλεῖ· ὁ δὲ μετὰ πολλῆς δυνάμεως ἐπῄει οὐ πάνυ τῶν ἐπιτηδείων εὐπόρως ἔχων, σχολαίτερον ὁδεύων. Δατά- μης ἄνω τοῦ ποταμοῦ πολλὴν ὁδὸν παρελάσας, τὰς ἁμάξας σύνδυο ζεύξας ἐπέθηκεν ἄλλας δύο κατʼ αὐτῶν καὶ συνήλωσε πρὸς ἀλλήλας καὶ περὶ τοὺς κανθοὺς κάτω σανίδας προσήλωσεν, ὅπως οἱ τροχοὶ ἐς τὴν ἰλὺν τοῦ ποταμοῦ μὴ καταδύοιντο· ἄνδρας δὲ ἐρρωμενε- στάτους τὰ γενναιότατα τῶν ὑποζυγίων ἐπισύροντας ἀπὸ κάλου διανήξασθαι προσέταξεν. ἔπειτα ἐνῆγε τὰς προσηλωμένας ἁμάξας εἰς τὸν ποταμὸν, τῶν μὲν ὄπι- σθεν ὠθούντων ,τῶν δὲ διανηξαμένων ἔμπροσθεν ἑλκόντων κάλοις μεγάλοις ἐξηρτημένοις, καὶ ἐπιβαλῶν ἄνω κλήματα καὶ ξύλα διέβη τὸν ποταμὸν μετὰ τῆς ἑαυτοῦ δυνάμεως· καὶ ἐς τὴν αὑτοῦ ἀφίκετο ἡμέραις δέκα πρότερον ἢ τὸν βασιλέα ἐπὶ τὸν ποταμὸν ἀφ- ικέσθαι. Δατάμης μαθὼν, ὡς ἐπιβουλεύοιτο ὑπὸ στρατιωτῶν ἰδίων, [ἐν] Ἀσπενδίῳ [πεδίῳ] μέλλων συμβαλεῖν πολε- μίοις ἄλλον διεσκεύασε τῇ αὑτοῦ πανοπλίᾳ, ἐν ἄλλῃ δὲ αὐτὸς ἐκινδύνευεν. οἱ δὲ ἐπιθέμενοι ἐγνώσθησαν ὑπὸ τοῦ σχήματος ἐξαπατηθέντες. Δατάμης πολιορκῶν Σινώπην ,γράμματα παρὰ βασιλέως δεξάμενος οὐκ ἐῶντος πολιορκεῖν, ἀναγνοὺς προσεκύνησε τὴν ἐπιστολὴν καὶ ἔθυσεν εὐαγγέλια ὡς μεγάλα δὴ ἀγαθὰ παρὰ βασιλέως λαβών· καὶ νυκτὸς ἐπιβὰς τῆς νεὼς ἀπέπλευσεν. Δατάμης Αὐτοφραδάτην διώκοντα φεύγων ἧκεν ἐγγὺς ποταμοῦ· τὸν δὲ πόρον ἐκκλίνας προσεποιήσατο στρατοπεδεύειν τὰς μὲν μεγίστας καὶ ὑψηλοτάτας σκη- νὰς κατὰ πρόσωπον σκηνώσας, τὰ δὲ σκευοφόρα λύειν ὄπισθεν οὐκ ἐάσας, ἀλλʼ οὐδὲ τοῖς στρατιώταις ἀπο- θέσθαι τὰ ὅπλα ἐπιτρέψας. οἱ πολέμιοι τὰς σκηνὰς ὁρῶντες καὶ αὐτοὶ κατεσκήνωσαν καὶ τὰ σκευοφόρα τʼ ἔλυσαν καὶ τοὺς ἵππους ἀφῆκαν ἐπὶ νομὴν καὶ παρα- σκευῇ τοῦ δείπνου προσεῖχον. Δατάμης ἑτοίμην καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν διὰ τοῦ ποταμοῦ διήγαγεν. οἱ πολέμιοι διεσκεδασμένην τὴν δύναμιν αὑτῶν ἕως ἀνεκάλουν καὶ συνέλεγον καὶ συνέταττον καὶ τοὺς ἵππους ἐνεσκεύαζον καὶ τὰ ὅπλα ἀνελάμβανον, οἱ περὶ Δατάμην φθάσαντες ᾤχοντο. Δατάμης πολεμίοις παρετάσσετο. ἐν τῷ κινδύνῳ τῆς μάχης ἵππαρχος ἀπὸ κέρως εὐωνύμου τοὺς ἱππέας ἀναλαβών ηὐτομόλει πρὸς τοὺς ἐναντίους. ὁ δὲ τοῖς πεζοῖς καταπεπληγόσι τὴν προδοσίαν παραθέων ὅλην τὴν φάλαγγα θαρρεῖν παρεκελεύετο ὡς καὶ τῶν ἱππέων ἐν καιρῷ συνεπιθησομένων, ὃν αὐτὸς εἴη δεδωκώς. ἐπίστευσαν οἱ πεζοὶ, προλαβεῖν τῶν ἰππέων τὴν νίκην ἔσπευσαν καὶ αὐτοὶ πάντες εὐρώστως ἐμβαλόντες τοῖς πολεμίοις ἐνίκησαν· καὶ μετὰ τὴν νίκην ἔμαθον τὴν προδοσίαν τῶν ἱππέων.