Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 20. ΓΛΩΣ.
Not analysed yet
Γλῶς ἦν ἐν Κύπρῳ. τῶν δὲ ἀμφʼ αὐτὸν Ἑλλή- νων τοῖς ἐν Ἰωνίᾳ κατʼ αὐτοῦ γραφόντων βουλόμε- νος εὑρεῖν τοὺς αἰτίους τριήρη καθείλκυσε καὶ τοῖς ἐρέταις ἔδωκεν ἐφόδιον καὶ πλεῖν ἐκέλευσεν ἐπʼ Ἰωνίας. τοῦ κυβερνήτου τὴν ἀναγωγὴν ἐπίτηδες ἀναβαλλομένου πολλοὶ πολλὰς ἐπιστολὰς τοῖς ἐρέταις ἔδωκαν. οἱ μὲν δὴ ἀνήχθησαν καὶ βραχὺ τῆς πόλεως ἀπωτέρω προσ- ωρμίσαντο, ὁ δὲ παρελθὼν πεζῇ πρὸς τὴν τριήρη προσέταξε τοῖς ἐρέταις πάσας προσκομίσαι τὰς ἐπιστο- λάς, ἐν αἷς τοὺς κατʼ αὐτοῦ γράφοντας εὑρὼν οὐδένα τούτων [ὅν] οὐχὶ παραχρῆμα βασανίσας ἀπέκτεινεν.