Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 21. ΠEINAΡIOΣ.
Not analysed yet
Πεινάριος φρούραρχος Ἐνναίων ἀποστάντων τῆς Ῥωμαίων συμμαχίας καὶ τὰς κλεῖς τῶν πυλῶν ἀπαι- τούντων ἐὰν ὁ δῆμος ἅπαςʼ ἔφη αὔριον εἰς ἐκκλησίαν συνελθὼν τοῦτο ψηφίσηται, πεισθήσομαι τῷ ψηφί- σματι᾿ . οἱ μὲν τῆς ὑστεραίας ἐς τὸ θέατρον συνελέγησαν, ὁ δὲ νύκτωρ ὑπὸ τὴν ἀκρόπολιν πολλοὺς στρατιώτας ἐφεδρεύειν ἔταξεν ὑπερδεξίους, ἄλλους δὲ περιστῆναι τὸ θέατρον καὶ τὰς διόδους, παραφυλάττοντας τὸ ση- μανθησόμενον. οἱ μὲν Ἐνναῖοι συνελθόντες τὴν ἀπό- στασιν ἐψηφίζοντο· τοῦ δὲ φρουράρχου σημήναντος οἱ στρατιῶται οἱ μὲν ἄνωθεν ἀφιέντες τὰ βέλη, οἱ δὲ κατὰ τὰς διόδους προσπεσόντες καὶ σπασάμενοι τὰς μαχαίρας τὸν δῆμον κατέκοψαν, ὥστε σωρηδὸν ἐπʼ ἀλλήλοις ἔπιπτον ἅπαντες πλὴν ὀλίγων, ὅσοι κατὰ τῶν τειχῶν αὐτοὺς καθῆκαν ἢ διʼ ὑπονόμων ἔλαθον ἐκπεσόντες.