Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 21. (20) ΠΕΡΣΕΥΣ ΦΙΛΙΠΠΟΥ.
Not analysed yet
Περσεὺς Ρωμαίων ἐλέφαντας ἀγόντων τοὺς μὲν ἐκ Λιβύης, τοὺς δὲ Ἰνδοὺς παρὰ Ἀντιόχου Συρίας βασιλέως, ἵνα μὴ καινὸν καὶ φοβερὸν τοῖς ἵπποις τὸ θηρίον φανείη, προσέταξε τοῖς χειροτέχναις εἴδωλα ξύλινα κατασκευάζειν ἐλεφάντων ἰδέαν καὶ χρόαν ἔχοντα. ἐπεὶ δὲ ἡ κλαγγὴ τοῦ θηρίου μάλιστα δεινὴ, προσ- έταξεν εἰς τὸ ξύλινον εἴδωλον ἐμβαίνειν ἄνδρα αὐλὸν ἔχοντα, ὃς διὰ τοῦ στόματος τὸν αὐλὸν ἰθύνων ὀξὺν καὶ ἀπηνῆ φθόγγον προΐηται. οὕτως ἔμαθον οἱ Μακε- δόνων ἵπποι καταφρονεῖν τῆς ἐλεφάντων κλαγγῆς καὶ ὄψεως.