Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 22. ΛΟΚΡΟΙ.
Not analysed yet
Οἱ κατὰ τὴν Ἰταλίαν Λοκροὶ σπονδὰς ποιούμενοι πρὸς Σικελοὺς σκορόδων κεφαλὰς ὑπὸ τοῖς χιτωνίσκοις ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφʼ ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τούς Σικελοὺς ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέροντες.