Ancient Greek
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 23. ΚAIΣAP..1
Not analysed yet
Καῖσαρ ὡς Νικομήδη πλέων περὶ Μαλέαν ὑπὸ λῃστῶν ἥλω Κιλίκων. οἱ μὲν ἤτησαν λύτρα μεγάλα, ὁ δὲ τὰ διπλάσια ἐπηγγείλατο. κατέσχον ἐς Μίλητον καὶ τειχῶν ἔξω προσωρμίσαντο. Καῖσαρ Ἐπικράτη Μιλήσιον οἰκέτην πέμπει πρὸς Μιλησίους παρακαλῶν χρήματα ἐπιδανεῖσαι· οἱ δὲ παραχρῆμα ἔπεμψαν. Ἐπι- κράτης ἐντολὴν ἔχων παρὰ Καίσαρος μετὰ τῶν χρη- μάτων παρασκευὴν εὐωχίας μεγάλης κομίζει καὶ ὑδρίαν πλήρη ξιφῶν καὶ οἶνον μανδραγόρᾳ κεκερασμένον. Καῖσαρ διπλᾶ τὰ λύτρα τοῖς λῃσταῖς ἀπαριθμήσας προὔθηκεν αὐτοῖς τὴν εὐωχίαν, οἱ δὲ ὑπερχαίροντες τῷ πλήθει τῶν χρημάτων ὥρμησαν ἀνέδην εὐωχεῖσθαι καὶ τὸν οἶνον πεφαρμακωμένον πιόντες ἀπεκοιμήθησαν. Καῖσαρ καθεύδοντας ἀναιρεθῆναι κελεύσας παραυτίκα τοῖς Μιλησίοις ἀπέδωκε τὰ χρήματα. Καῖσαρ ἐν Γαλατίᾳ προσῄει ταῖς Ἄλπεσιν. ἠγγέλη στρατόπεδα τῶν ὀρείων βαρβάρων τὰς παρόδους φυ- λάττειν. ὁ δὲ τὴν φύσιν τῶν Ἄλπεων παρεφύλαξε. τοῦ ὅρους κάτω ποταμοὶ πολλοὶ διαρρέουσι καὶ πολλὰ ἕλη βαθύνεται· ἀπὸ τούτων ὁμίχλη ἐξαίρεται πολλὴ (καὶ ἅμα αὐγῆς) ἀρχομένης ἕω. κατὰ τήνδε τὴν ὥραν Καῖσαρ μέρος ἥμισυ τῆς στρατιᾶς ἀγαγὼν κύκλῳ το ἔρος περιήρχετο. οἱ μὲν δὴ βάρβαροι τῆς ὁμίχλης ἐπισκοτούσης οὐδὲν ὁρῶντες ἡσύχαζον, ὁ δὲ ὑπὲρ κορυφῆς τῶν πολεμίων γενόμενος ἠλάλαξεν. οἱ δὲ ἡμίσεις κάτωθεν ἀντηλάλαξαν, καὶ τὰ ὄρη πανταχόθεν συνεπηχήσαντα ἀμήχανον δεῖμα ἐνέβαλε τοῖς βαρβάροις. οἱ μὲν αὐτίκα φεύγοντες ᾤχοντο· Καῖσαρ ἀμαχεὶ τὰς Ἄλπεις ὑπερέβαλεν. Καῖσαρ Ἐλουηττίοις ἐπολέμει. οὗτοι μοῖρα Γα- λάτων· καὶ Ῥωμαίοις ἐπῄεσαν τριάκοντα μυριάδες, ὧν εἴκοσι τὸ μάχιμον ἦσαν. Καῖσαρ ἀεὶ μίαν ἡμέραν ὑπανεχώρει· οἱ βάρβαροι ταύτῃ καὶ πλέον θαρροῦντες ἐδίωκον. ἐπεὶ δὲ ποταμὸν Ῥοδανὸν διαβαίνειν ἔμελλον, οὐ πρὸ πολλοῦ ὁ Καῖσαρ ἐστρατοπεδεύσατο. τῶν δὲ βαρβάρων τραχὺν ποταμὸν σὺν πόνῳ πολλῷ διαβάν- των οὐ πάντων, ἀλλὰ τρισμυρίων, τῆς ὑστεραίας τῶν λοιπῶν διαβαίνειν μελλόντων, οἱ μὲν διαβάντες παρὰ ταῖς ὄχθαις ἀνεπαύοντο κεκμηκότες, Καῖσαρ δὲ νύκτωρ ἐπιφανεὶς κατέκοψε πάντας ἀναχωρῆσαι διὰ τὸν ποτα- μὸν οὐκ ἔχοντας. Καῖσαρ Γερμανῶν ἐπιόντων οὐ θαρρῶν συνάψαι μάχην, ὁπότε ἔγνω τοὺς παρʼ αὐτοῖς μάντεις προει- ρηκότας πρὸ νέας σελήνης ἀπέχεσθαι μάχης, τότε τὴν αὐτοῦ στρατιὰν ἐπήγαγεν ὡς ἀθυμότερον διὰ τὴν μαν- τείαν μαχουμένοις. καὶ δὴ ἀρίστῳ καιρῷ χρησάμενος λαμπρῶς ερμανοὺς ἐνίκησεν. Καῖσαρ ἐν Βρεττανίᾳ ποταμὸν μέγαν ἐπεχείρει πε- ραιοῦσθαι. βασιλεὺς Βρεττανῶν Κασοελλαῦνος ἀνεῖργε μετὰ πολλῶν ἱππέων καὶ ἀρμάτων· Καίσαρι μέγιστος ἐλέφας εἵπετο, ζῷον Βρεττανοῖς οὐχ ἑωραμένον. τοῦτον σιδηραῖς φολίσιν ὀχυρώσας καὶ πύργον ἐπʼ αὐτοῦ μέγαν ὑψώσας καὶ τοξότας καὶ σφενδονήτας ἐπιστήσας ἐκέ- λευσεν ἐς τὸ ῥεῦμα ἐμβαίνειν· Βρεττανοὶ δὲ ἐξεπλάγη- σαν ἀόρατον καὶ ὑπερφυὲς θηρίον ἰδόντες. περὶ γὰρ τῶν ἵππων τί χρὴ καὶ γράφειν; ὅπου καὶ παρʼ Ἕλλη- σιν, ἢν καὶ γυμνὸν ἐλέφαντα ἴδωσιν, ἵπποι φεύγουσι· πυργοφόρον δὲ καὶ ὡπλισμένον, βέλη καὶ σφενδόνας ἐξαφιέντα οὐδὲ ἰδεῖν τὴν ὄψιν ὑπέμειναν. Βρεττανοὶ μὲν δὴ αὐτοῖς ἵπποις καὶ ἅρμασιν ἔφευγον, Ῥωμαῖοι δὲ ἀκινδύνως τὸν ποταμὸν διέβησαν ἐνὶ ζῴῳ τοὺς πολεμίους φοβήσαντες. Καῖσαρ πυθόμενος Κικέρωνα ὑπὸ Γαλατῶν πολι- ορκούμενον ἀπαγορεύειν ἔπεμψε στρατιώτην (ἀκοντίσαι) κελεύσας ἐπιστολὴν προσδήσαντα τῇ λόγχῃ νύκτωρ βαλεῖν ὑπὲρ τὸ τεῖχος. ὁ μὲν ἠκόντισεν, οἱ δὲ τει- χοφύλακες εὑρόντες ἐκόμισαν Κικέρωνι. ἀνέγνω δὴ ῾Καῖσαρ Κικέρωνι θαρρεῖν. προσδέχου βοήθειαν. ᾿μετʼ ὀλίγον ἐφάνη καπνὸς καὶ κονιορτὸς Καίσαρος τὴν χώραν πορθοῦντος, ὥστε αὐτίκα τὴν πολιορκίαν δια- κόψας οὐ μόνον ἀνεσώσατο Κικέρωνα, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας ἐτίσατο. Καῖσαρ ἑπτακισχιλίους ἔχων ἐπολέμει Γαλάταις. ἐμποιῆσαι δόξαν βουλόμενος, ὡς καὶ τῶν ὄντων ὀλι- γωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον ἐκέλευσε τειχίζειν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλα- βόμενος ἐν τούτῳ μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο. προῆλθον ἱππεῖς ὀλίγοι τοῦ χάρακος ἐκκα- λούμενοι τοὺς βαρβάρους. οἱ δὲ κατασκιρτῶντες τῆς ὀλιγότητος τῶν ἱππέων ἐπῆλθον τῷ χάρακι· οἱ μὲν ἔχουν τὰς τάφρους, οἱ δὲ ἀνέσπων τὰ σταυρώματα. ἐν τούτῳ σημαίνει μὲν ἡ σάλπιγξ, ὁμοῦ δὲ συνεξώρμη- σαν ἐκ μὲν τοῦ χάρακος ἀντίοι πεζοὶ, ἀπὸ δὲ τοῦ ὑπερδεξίου μετὰ Καίσαρος ἱππεῖς κατὰ νώτου, ὥστε ἐν μέσῳ τοὺς βαρβάρους ἀποληφθέντας διαφθαρῆναι τοὺς πλείονας. Καῖσαρ ἐπολιόρκει φρούριον Γαλατικόν. τῶν δὲ βαρβάρων ἐπὶ μακρὸν ἀντεχόντων ὑετὸς ἀμήχανος κατερράγη, ὥστε καὶ ὅσοι φύλακες τειχῶν ἢ φρουροὶ λείπουσιν οἱ μὲν τὰς φυλακὰς, οἱ δὲ τὰς ἐπάλξεις. Καῖσαρ δὲ παρήγγειλεν ὁπλίσασθαι τότε καὶ παραχρῆμα τοῖς τείχεσι προσήγαγε καὶ ἀφύλακτα καταλαβὼν, εὐκό- λως ὑπερβὰς ἐξεῖλε τὸ φρούριον. Καῖσαρ ἐπὶ Γεργοβίην πόλιν τῶν ἐν Γαλατίᾳ μεγίστην ἐστράτευσεν· ἀντεστρατοπέδευεν αὐτῷ βασι- λεὺς Γαλατῶν Οὐερκιγγετόριξ. μέσος ἦν ποταμὸς ναυσί- πορος καὶ ἡ διάβασις ἀμήχανος. Καῖσαρ παρὰ τὴν ὄχθην πολλαῖς ἡμέραις ἀντιταρεξῆγεν· οἱ βάρβαροι κατεφρόνουν ὡς διαβῆναι μὴ θαρροῦντος. ὁ δὲ νύ- κτωρ δύο τάγματα βαθείαις ὕλαις ἐγκατέκρυψεν, οἳ τῶν Γαλατῶν τοὺς ἀμφὶ τὸν Καίσαρα παραφυλαττόντων αὐτοὶ κατὰ τὸ ἄνω τοῦ ποταμοῦ μέρος ἀρχαίας γεφύ- ρας διακεκομμένης, τὰ μὲν σταυρώματα πεπηγότα ἐχούσης, τὰς δὲ ἐπάνω δοκίδας ἀφῃρημένης, αὐτοὶ τεμόντες ἐκ τῆς ὕλης διὰ τάχους ἐγεφύρωσαν καὶ διῆλθον. οἱ δὲ Γαλάται τῷ παραλόγῳ τῆς διαβάσεως ἐκπλαγέντες ἔφευγον, Καῖσαρ δὲ μετὰ τῶν λοιπῶν διὰ τῆς αὐτοσχεδίου γεφύρας διαβὰς ἦν τοῖς Γαλάταις φοβερώτερος. Καῖσαρ ἐπολιόρκει Γεργοβίην τὴν πόλιν καὶ τεί- χεσιν ἐχυρὰν καὶ τῇ φύσει ἐχυρωτάτην. ἦν γὰρ ἡ πόλις λόφος ἐρυμνὸς τὰς κορυφὰς ὁμαλὰς ἔχων· κατὰ δὲ τὸ λαιὸν μέρος ὕλαι χθαμαλαὶ καὶ πυκναὶ τῷ λόφῳ συνήντων, κατὰ δὲ τὸ δεξιὸν ἀπότομος ἦν στενὴν δίοδον ἔχων, καθʼ ἣν οἱ Γεργοβιαῖοι μετὰ πολλῆς χειρίς ἐφύλαττον. Καῖσαρ τῶν αὐτοῦ στρατιωτῶν τοὺς μάλιστα φιλοπόνους καὶ καρτερικοὺς ὡπλισμένους νύκτωρ ἐγκατέκρυψε ταῖς ὕλαις, κελεύσας ἔχειν ἀκόντια βραχέα καὶ ξιφίδια σύμμετρα, ὅπως τὰς χαμαιπετεῖς ὕλας μὴ ὑπερέχοιεν· ἀλλὰ μηδὲ αὐτοὺς ὀρθοὺς βαδί- ζειν, ἐς γόνυ δὲ ὀκλάσαντας ἠρέμα διαδύεσθαι. οἱ μὲν δὴ ἀρχομένης ἕω διὰ τῆς ὕλης ἕρποντες ἐπὶ τὸν λόφον κατὰ τὸ λαιὸν ἀνήεσαν, ὁ δὲ Καῖσαρ κατὰ τὸ δεξιὸν προσῆγε τὴν στρατιὰν περισπῶν εἰς αὐτὸν τοὺς βαρβάρους. οἱ μὲν δὴ ἀπομάχεσθαι τοὺς φανερῶς προσβαλόντας ὥρμηντο, οἱ δὲ ἀφανῶς ἐκ τῆς ὕλης ἀνερπύσαντες ἐκράτησαν τοῦ λόφου. Καῖσαρ Ἀλεσίαν πόλιν τῆς Γαλατίας ἐπολιόρκει Γαλατῶν ἐπʼ αὐτὸν ἀθροίζονται μάχιμοι μυριάδες εἴ- κοσι πέντε. ὁ δὲ νύκτωρ ὁπλίτας τρισχιλίους καὶ τοὺς ἱππέας πάντας διελών ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας, τῆς ὑστεραίας ἀμφὶ δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχε- σθαι· αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν ἐς μάχην, ὥστε οἱ βάρβαροι τῷ πλήθει θαρροῦντες γελῶντες ἐδέχοντο. τῶν δὲ κατὰ νώτου φανέντων καὶ ἀλαλαξάντων καὶ κυκλουμένων φυγεῖν ἀπογνόντες ἐξεπλάγησαν, ἐταράχθησαν. καὶ τότε πλεῖστος φόνος Γαλατῶν ὁμολογεῖται γεγενῆσθαι. Καῖσαρ Δυρράχιον κρατούμενον ὑπὸ Πομπηΐου βουλόμενος ἑλεῖν αὐτὸς μὲν ὀλίγους εἶχεν ἱππέας, τοῖς δὲ ἦν πολὺ πλῆθος ἱππέων· ἀλλὰ καὶ τοὺς πολλοὺς τέχνῃ χρησάμενος ἐτρέψατο. τοὺς ὀλίγους ἱππεῖς ἐπε- λαύνειν κελεύσας ἔμπροσθεν αὐτῶν λόχους τέσσαρας πεζῶν ἔταξε, παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἀνεγείρειν κόνιν ὅσην πλείστην δύναιντο. πολὺ δὴ νέφος ἀρθὲν φαντασίαν πολλοῦ πλήθους ἱππέων ἐνεποίησε τοῖς πολεμίοις, ὥστε παραχρῆμα φοβηθέντες ἔφευγον. Καῖσαρ ἀνεχώρει μετὰ τῆς στρατιᾶς διὰ στενῆς ὁδοῦ. κατὰ τὸ λαιὸν ἕλος ἦν, κατὰ τὸ δεξιὸν θάλασσα, κατὰ τὴν οὐραγίαν οἱ πολέμιοι προσέκειντο. τούτους μὲν δὴ ἀνέκοπτεν ἐπιδρομαῖς καὶ ἀναστροφαῖς, ἐκ δὲ θαλάσσης τὸ Πομπηΐου ναυτικὸν παραπλέον ἐτόξευε καὶ τοῖς βέλεσι κατετίτρωσκεν. ὁ δὲ Καῖσαρ ἐκέλευσε τοῖς στρατιώταις τοὺς θυρεοὺς ἀπὸ τῆς εὐωνύμου χειρὸς ἐς τὴν δεξιὰν μεταλαβεῖν. οὕτως ἐγένετο ἀχρεῖα τὰ βέλη τοῖς τοξεύουσιν ἐκ τῆς θαλάττης. Καῖσαρ καὶ Πομπϊῖος ἐν Θθεσσαλίᾳ ὁ μὲν ἐφυ- γομάχει, ἀφθονίαν ἔχων ἐπιτηδείων, Πομπήϊος· [ὁ] δὲ ἔσπευδε μάχῃ κριθῆναι ***[Καῖσαρ]. Καῖσαρ ἐρεθίζει τοὺς πολεμίους ἀναζευγνύειν σκηψάμενος ἐπὶ σιτολογίᾳ καὶ διεκίνει τοὺς λόχους. οἱ δὲ τοῦ Πομπηίου ὡς ὑπὸ δέους φευγόντων καταφρονήσαντες οι᾿ κατέσχον αὑτοὺς, ἀλλὰ παραχρῆμα ἐξεπήδησαν βιασάμενοι τὸν Πομπήϊον ἡγεῖσθαι. ἐπεὶ δὲ ἀναχωρῶν ὁ Καῖσαρ ἐς τὸ πεδίον αὐτοὺς προήγαγε, καὶ δὴ τότε ἀναστρέψας λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν. Καῖσαρ τῶν στρατιωτῶν στασιασάντων καὶ τῆς στρατείας καταβοώντων προελθών ἐς τὸ πλῆθος εὐθαρ- σεῖ καὶ φαιδρῷ τῷ προσώπῳ τί, ὦ συστρατιῶται᾿ ,ἔφη, βούλεσθε; ᾿οἱ δὲ κατεβόησαν τῆς στρατείας ἀφεθῆναι᾿ . ο δὲ ὑπολαβὼν εἶπεν ἀγαθῇ τύχῃ, παρ- αινῶ, πολῖται, μὴ στασιάζεινʼ. οἱ δὲ πολῖται ἀκούσαντες ἀντὶ τοῦ στρατιῶται ἠγανάκτησαν καὶ παραχρῆμα τὰς γνώμας μετεβάλοντο καὶ πάλιν κατεβόησαν ἀλλʼ ἡμεῖς γε συστρατιῶται μᾶλλον πολῖται καλεῖσθαι βουλόμεθα᾿. γελάσας ὁ Καῖσαρ οὐκοῦνʼ, ἔφη, ῾συστρατευώμεθα᾿ . Καῖσαρ παρατασσόμενος πρὸς Πομπήϊον τὸν νεώ- τερον ὁρῶν τοὺς αὐτοῦ στρατιώτας φεύγοντας αὐτίκα τοῦ ἵππου καταβὰς ἐξεβόησεν· ἐμὲ, ὦ συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν [οὐκ] αἰδεῖσθε᾿. τὸν τοιοῦτον λόγον αἰδεσθέντες οἱ φεύγον- τες ἀνέστρεφον ἐπὶ τὴν μάχην. Καῖσαρ τοῖς στρατιώταις ἀεὶ παρεσκευάσθαι προσέ- τασσεν ὡς καὶ ἐν ἑορτῇ καὶ ἐν ὄμβρῳ καὶ νυκτὸς καὶ ἡμέρας μέλλων ἐξάγειν ἄφνω τὴν δύναμιν· καὶ διὰ τοῦτο οὔτε τὸν καιρὸν οὔτε τὴν ἡμέραν προέλεγεν. Καῖσαρ τὰς ἐξόδους ἐποιεῖτο σὺν πολλῷ δρόμῳ, ἵνα μὴ καταλαμβάνοιτο πρὸς τῶν ὑστεριζόντων. Καῖσαρ, εἰ τεθορυβημένους ἑώρα τοὺς στρατιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλʼ ἔτι καὶ πλείονα ὄγκον προστιθεὶς καὶ μεγαλύνων ἐθάρρυνεν ὡς πρὸς πλείο- νας χρὴ γενναιότερον ἀγωνίζεσθαι. Καῖσαρ τοῖς στρατιώταις παρήγγελλεν ὅπλα ἔχειν ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένα, μάλιστα μὲν κόσμου χάριν, οὐχ ἥκιστα [δὲ], ὅπως καὶ οἱ στρατιῶται τὰ πολύτιμα περιμάχητα ἡγοῖντο. Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα παρεφύλασσεν, ἀλλʼ οὐδὲ τοὺς ἁμαρτάνοντας κατὰ τὴν ἀξίαν ἐτιμωρεῖτο, τὴν συγγνώμην ἀνδρείας ποι- ητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, οὐκ ἂν τοῦτον ἀτιμώρητον παρῆκεν. Καῖσαρ τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν ἐς τὰς μάχας. Καῖσαρ πυθόμενος ἐν Γαλατίᾳ κατακοπῆναι φά- λαγγας στρατιωτῶν ὤμοσε μὴ πρότερον [ἂν] ἀποκείρα- σθαι, πρὶν ἐπεξελθὼν τιμωρῆσαι τοῖς ἀνῃρημένοις. τούτῳ πλείστην εὔνοιαν αὑτῷ παρὰ πάντων ἐπεσπάσατο. Καῖσαρ ἐν λιμῷ τοῖς στρατιώταις ἄρτους διέδωκε σκευάσας ἐκ βοτάνης. Πομπήϊος δὲ πολεμῶν πρὸς αὐτὸν ἕνα ἄρτον προσενεχθέντα τοιοῦτον ἀπέκρυψεν οὐ βουλόμενος τοῖς ἑαυτοῦ στρατιώταις ἐπιδεῖξαι τὴν τῶν πολεμίων ἐγκράτειαν. Καῖσαρ Πομπηΐῳ παρετάσσετο περὶ Φάρσαλον. ὁρῶν δὲ πολλοὺς τῶν πολεμίων νέους καὶ καλοὺς ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σοβαροὺς παρήγγειλε τοῖς ἰδίοις στρατιώταις τὰς λόγχας καὶ τοὺς ὑσσοὺς μὴ φέρειν ἐπὶ τὰ σώματα τῶν πολεμίων, ἀλλʼ ἐς αὐτὰ τὰ πρόσωπα. οἱ δὲ λωβηθῆναι τὸ κάλλος τῶν προσ- ώπων φοβηθέντες καὶ δὴ ἀποστραφέντες ἔφυγον. Οἱ Καίσαρος στρατιῶται περὶ Δυρράχιον ἡττη- θέντες ἑαυτοὺς δεκατευθησομένους παρέδωκαν. Καῖσαρ οὐχ ὡς περὶ τιμωρίας αὐτῶν ἐβουλεύετο, ἀλλὰ καὶ παραμυθησόμενος ἀναμαχέσασθαι τὴν ἧτταν αὐτοὺς προέτρεψεν· οἱ δὲ ἐν ταῖς λοιπαῖς μάχαις ἀεὶ παρα- ταξάμενοι πολὺ πλείοσιν ἐκράτησαν. Καῖσαρ Πομπηΐου κηρύξαντος ἔχθραν καὶ τοῖς μηδετέρῳ προστιθεμένοις ἀντεκήρυξε καὶ φίλους ἡγή- σεσθαι κατʼ ἴσον τοῖς ἑαυτῷ συμμαχήσασιν. Καῖσαρ ἦν ἐν Ἰβηρίᾳ πρὸς τῇ Ἰλέρδῃ. γενομέ- νων ἀνοχῶν οἱ πολέμιοι προσπεσόντες πολλοὺς τῶν στρατιωτῶν ἀπροσδοκήτως κατέστρωσαν· αὐτὸς δὲ οὓς ἐκείνων εὗρεν ἐν τῷ στρατοπέδῳ σώους διῆκε καὶ πολλὴν εὔνοιαν ἐπὶ τούτῳ παρὰ τῶν πολεμίων ἐκτήσατο. Καῖσαρ ἐν Φαρσάλῳ Πομπήϊον ἐνίκησε. θεασά- μενος τοὺς ἰδίους στρατιώτας ἀμέτρως τῇ νίκῃ χρω- μένους ἀνέκραγε φείδεσθε τῶν πολιτῶν᾿. Καῖσαρ τοὺς πολέμους ἅπαντας κατορθώσας ἑκά- στῳ τῶν ἰδίων στρατιωτῶν ἐπέτρεψεν ἕνα, ὃν ἂν βού- ληται, τῶν πολεμίων διασώζειν. οὕτω δὴ τοὺς ἀντι- στασιώτας Ῥωμαίους ἅπαντας ἐκ τῆς φυγῆς ἀνακαλεσά- μενος εὐνουστάτους ἑαυτῷ κατεσκεύασεν ἐν τῇ πόλει. Καῖσαρ τοὺς ἀνδριάντας Πομπηίου καὶ Σύλλα τῶν ἐχθρῶν καταβληθέντας ὑπο τοῦ πλήθους αὐτὸς ἀνέστησε καὶ μεγάλην εὔνοιαν παρὰ τῶν Ῥωμαίων ἐκτήσατο. Καῖσαρ τοῦ θύτου λέγοντος ἀπαίσια τὰ ἱερὰʼ, καὶ μὴν ἀμείνω ἔφη γενήσεσθαι, ἐπειδὰν αὐτὸς ἐθε- λήσῃ· καὶ οὕτως ἐπέρρωσε τοὺς στρατιώτας. Καῖσαρ ἀκαρδίου θύματος εὑρεθέντος καὶ τί παράδοξονʼ, ἔφη, εἰ ἄλογον ζῷον καρδίαν οὐκ ἔχει; ᾿οἱ στρατιῶται τοῦτʼ ἀκούσαντες ἐθάρρησαν.