Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 24. ΣEBAΣΤΟΣ.
Not analysed yet
Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνήρει πάντας, ἀλλʼ ἐδεκάτευεν. Σεβαστὸς τοῖς διὰ δειλίαν ἀπολιπομένοις κριθὰς ἀντὶ πυρῶν ἐκέλευε μετρεῖσθαι. Σεβαστὸς τοὺς ἐπὶ στρατοπέδου τι ἁμαρτόντας ἐκέ- λευσε πρὸ τοῦ στρατηγείου λυσιζώνους ἑστάναι, ἔστι δὲ ὅτε καὶ πλινθοφορεῖν διʼ ὅλης ἡμέρας. Σεβαστὸς τοῖς ἑαυτοῦ στρατηγοῖς παρήγγελλεν ἀσφαλείας πεφροντικέναι μάλιστα καὶ συνεχῶς ἐπέλεγε τὸ ῾σπεῦδε βραδέωςʼ καὶ τὸ ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης᾿. Σεβαστὸς τοῖς ἀνδραγαθοῦσιν ἀργυρίου καὶ χρυ- σίου μεγάλας ἐδίδου δωρεάς. Σεβαστὸς τοὺς ἄνευ λυσιτελείας ῥιψοκινδύνους ἔλεγε μηδὲν διαφέρειν τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων. Σεβαστὸς ἐν τῷ πρὸς Κάσσιον καὶ Bροῦτον πο- λέμῳ περαιοῦσθαι τὸν Ἀδρίαν ἐβούλετο· Μούρκιος, ναύαρχος τῶν πολεμίων ἐφορμῶν ἐν τῇ νησῖδι τῇ κατὰ Βρεντήσιον, κωλύσων δῆλος ἦν. ὁ Σεβαστὸς ἐξαπατᾷ τὸν Μούρκιον ὡς μέλλων πρὸς αὐτὸν ναυ- μαχεῖν καὶ τὰς μὲν τριήρεις ἐν δεξιᾷ τοῦ Ἀδρίου παρὰ τὴν Ἰταλίαν ἔταξε πλεῖν ὡς τῇ νησῖδι ἐπιπλευ- σουμένας, αὐτὸς δὲ φορτίδας πύργων ἐπλήρου καὶ μη- χανημάτων. Μούρκιος δὲ ἐξαπατηθεὶς τῇ παρασκευῇ τῆς ναυμαχίας ἐς τὸ πέλαγος ἀνεχώρησεν ὡς ἐν εὐρυ- τέρῳ μᾶλλον ἢ στενῷ ναυμαχήσων. ὁ δὲ Σεβαστὸς οὐ συνῆψε μάχην, ἀλλὰ ἐν τῇ νησῖδι καθωρμίσατο. Μουρκίου δὲ ἄλλον ὅρμον οὐκ ἔχοντος, ἀλλὰ βιασθέν- τος ὑπὸ τῶν πνευμάτων ἐς τὴν Θθεσπρωτίδα περαιοῦ- σθαι, ὁ Σεβαστὸς τὸν Ἀδρίαν ἀκινδύνως διαπλεύσας τῇ Μακεδονίᾳ προσέσχεν.