Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 23. ΤΥΝΝΙΚΟΣ.
Not analysed yet
Τύννιχος Θευδοσίας τῆς ἐν τῷ Πόντῳ πολιορ- κουμένης ὑπὸ τῶν πλησίον τυράννων καὶ κινδυνευ- ούσης ἁλῶναι τὴν πολιορκίαν ἔλυσεν. ὁρμηθεὶς μὲν ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ. δεξά- μενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διά- στημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παρ- αλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πλη- ροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας.