Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 24. ANTAΣXIΔΑΣ.
Not analysed yet
Ἀνταλκίδας ἐν Ἀβύδῳ μετὰ ναυτικοῦ πλείονος διατρίβων Ἀττικὰς τριήρεις ὁρμούσας ἐν Τενέδῳ μόθων φοβουμένας ἐς Βυζάντιον διαπλεῦσαι πρὸς φικράτην, ἀγγείλαντος τινὸς, ὡς φικράτης πολιορκοίη Χαλκηδο- νίους φίλους ὄντας, παρήγγειλεν ἀποπλεῖν ἐς Χαλκη- δόνα καὶ ἀναχθεὶς ἐνήδρευσε περὶ τὴν Κυζικηνήν. οἱ δὲ ἀπὸ τῆς Τενέδου τὴν ἀναγωγὴν τὴν Ἀνταλκίδου πυθόμενοι κατὰ τάχος ἐπειρῶντο πρὸς τὸν φικράτην πλεῖν. ἐπεὶ δὲ ἐγένοντο κατὰ τας τῶν πολεμίων τριή- ῥεῖς οὐχ ὁρωμένας, ἀλλὰ ἀφανῶς ἐφορμούσας, Ἀνταλ- κίδας ἄφνω προσπεσών ταῖς Ἀττικαῖς τὰς μὲν κατέδυσε, τῶν δὲ πλειόνων ἐκράτησεν.