Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 26. ΣEMΙPAMIΣ.
Not analysed yet
Σεμίραμις λουομένη τῶν Σιράκων ἤκουσε τὴν ἀπόστασιν καὶ παραυτίκα ἀνυπόδητος μηδὲ τὰς τρίχας ἀναπλεξαμένη ἐπὶ τὸν πόλεμον ἐξῆλθεν. τῇ δὲ στήλῃ αὐτῆς ἐπιγέγραπται τάδε· ἐμὲ γυναῖκα μὲν ἡ φύσις ἐποίησεν, ἐγῶ δὲ τοῖς ἔργοις τῶν ἀγαθῶν ἀνδρῶν οὐδενὸς χείρων ἐγενόμην. ἐγῶ Νίνου βασιλεύσασα πρὸς ἕω μὲν ὥρισα ποταμὸν Ἱναμάμην, πρὸς δὲ μέσον ἡλίου τὴν φέρουσαν λιβανωτὸν καὶ σμύρναν, ἀπὸ δὲ χειμῶνος Σάκας καὶ Σόγδους. θάλασσαν πρότερον οὐδεὶς Ἀσσυρίων εἶδεν, ἐγῶ δὲ τέσσαρας, αἷς οὐκ ἔστι πόρρω πελάσαι· τίς γὰρ αὐτὰς ὁρμὴ περιέχει; ποτα- μοὺς ἠνάγκασα ῥεῖν ὅπου βουλοίμην, ἐβουλόμην δὲ ὅπου συνέφερε. γῆν ἄκαρπον ἐδίδαξα σπείρεσθαι· ποταμοῖς γὰρ αὐτὴν ἔμαξα ἐμοῖς. ἀνάλωτα τὰ τείχη παρέσχον· πέτρας ἀβάτους σιδήρῳ κατειργασάμην· ὁδοὺς ἔτεμον ἐμοῖς ὀχήμασιν, ἃς οὐδὲ θηρία διῆλθεν. καὶ τῶν ἔργων χρόνος μοι περισσὸς ἐγένετο πολὺς, ὃν ἐμαυτῇ καὶ φίλοις ἐχαρισάμην. ᾿