Ancient Greek
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 28. ΤΟΜΥΡΙΣ.
Not analysed yet
Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- εποιήσατο δεδοικέναι τοὺς πολεμίους, ἔφυγε μὲν τὸ Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.