Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 30. ΦIΛΩΤIΣ.
Not analysed yet
Ἐπὶ Ῥωμαίους ἐστράτευσαν Λατῖνοι ἡγεμόνα Πο- στούμιον ἔχοντες καὶ τὰς θυγατέρας αὐτῶν ἐξῄτοῦν πρὸς γάμον, ὥσπερ αὐτοὶ τὰς Σαβίνων ἥρπασαν, ἐπὶ τῷ σπείσασθαι τὴν εἰρήνην. Ῥωμαῖοι τὸν μὲν πόλεμον ἐφοβοῦντο, τὰς δὲ θυγατέρας οὐχ ὑπέμενον ἐκδοῦναι. ἔνθα δὴ Φιλῶτις θεράπαινα τὴν ὄψιν εὐπρεπὴς συν- ἐβούλευσεν αὐτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγα- τέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρ- σόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν.