Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 32. KINΕΑΣ.
Not analysed yet
Ὁ περὶ Μαντίνειαν ἀγών ἴσος ἦν Θθηβαίοις καὶ Μαντινεῦσιν· ἔμελλον οἱ Μαντινεῖς ἐπικηρυκεύεσθαι πρὸς Θηβαίους περὶ νεκρῶν ἀναιρέσεως. Κινέας ὁ Ἀθηναῖος, ἐτεθνήκει δὲ ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος ἐν τῇ μάχῃ, πρὸς τοὺς Μαντινέας ἔφη, μᾶλλον ἂν τὸν ἀδελφὸν ἄταφον περιιδεῖν ἢ τοῖς πολεμίοις ἧτταν ὁμολογῆσαι βούλεσθαι· καὶ γὰρ τὸν ἀδελφὸν διὰ τοῦτο προθύμως ἀποθανεῖν, ἵνα μὴ σταθείη τρόπαιον κατʼ αὐτοῦ καὶ κατὰ τῆς πατρίδος. οἱ Μαντινεῖς ἀκού- σαντες τῆς ἐπικηρυκείας ἀπετράποντο.