Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 34. ΧΕΙΛΩΝΙΣ.
Not analysed yet
Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μα- θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσ- σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω- τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὐτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτέ δὲ ἀντʼ αὐτοῦ παρὰ τοῖς πο- λεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυ- ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπο- λαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.