Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 35. ΒΡΕΝΝΟΣ.
Not analysed yet
Bρέννος, Γαλατῶν βασιλεὺς, πεῖσαι βουλόμενος αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκ- κλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους, τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περι- βεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας ἡμεῖς᾿ ,εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς πολεμήσομενʼ. οὕτως ἐπείσθησαν Γαλάται καταφρονή- σαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα. Βρέννος Γαλάτας ἀγαγὼν ἐπὶ τὴν Ἑλλάδα, θεώ- μενος τοὺς ἐν Δελφοῖς χρυσοῦς ἀνδριάντας, προσ- καλεσάμενος Δελφοὺς αἰχμαλώτους διὰ τοῦ ἑρμηνέως ἤρετο, εἰ στερεὸν εἴη τὸ χρυσίον τῶν ἀναθημάτων. εἰπόντων δὲ τὰ μὲν ἔνδον ἐστὶ χαλκὸς, τὰ δὲ ἔξωθεν χρυσὸς ἐπελήλαται λεπτός᾿ ,ἠπειλήσατο θάνατον ἅπασιν, εἰ τοῦτο πρὸς ἄλλους ὁμολογήσειαν· ἀλλὰ καὶ τοὐ- ναντίον λέγειν παρήγγειλεν, ὥς ἐστιν ἅπαντα χρυσὸς αὐτὸς δὴ σφυρήλατος. καὶ δὴ τῶν ἡγεμόνων ἔνδον τινὰς καλέσας τοὺς αἰχμαλώτους ὁμοίως ἤρετο. τῶν δὲ τὸ προσ- ταχθὲν εἰπόντων, ὡς πάντα εἴη χρυσὸς, ἐκέλευσεν αὐτοὺς ἀναγγέλλειν τοῖς πλήθεσιν, ἵνα μάχοιντο προ- θυμότερον ὡς ἀποληψόμενοι χρυσοῦ μοίρας μεγίστας.