Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 37. ΣΩΣΙΣΤΡΑΤΟΣ.
Not analysed yet
Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄν- δρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμ- πράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, [οἱ] προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλα- βόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρα- κουσίων.