Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 38. ΝΟΟΜΑΡΧΟΣ.
Not analysed yet
Ὀνόμαρχος ωκεὺς πολιορκουμένης λατείας ὑπὸ Bοιωτῶν τὴν δύναμιν ἐξαγαγών, τὰς πύλας ἀποικο- δομήσας, τέκνα μὲν καὶ γυναῖκας καὶ μητέρας ἔστησεν ἐφεξῆς καὶ πατέρας· πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξε. Πελοπίδας συνεὶς τὴν παρασκευὴν τῆς ἀπο- νοίας, ὡς ἀποθνήσκειν ἢ κρατεῖν προθυμοῖντο, μὴ συνάψας μάχην ἀνεχῶώρησεν. Ὀνόμαρχος Μακεδόσι παρατασσόμενος ὄρος μη- νοειδὲς κατὰ νῶώτου λαβν καὶ ταῖς ἑκατέρωθεν κορυ- φαῖς ἐγκατακρύψας πέτρους καὶ πετροβόλους προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ήκροβολίσαντο ,οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν ἐς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥύμῃ διώκοντες ἐπέκειντο, οἴ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συν- έτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνό- μαρχος ἐσήμηνεν τοῖς ωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες, τῶν μὲν ὄπι- σθεν ἐμβαλλόντων, τῶν δὲ ἄνωθεν τοὺς πέτρους βαλ- λόντων, σὺν πολλῷ πόνῳ φυγόντες ἀνεχῶώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων Φίλιππον φασὶν εἰπεῖν οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵνʼ αὐθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν᾿.