Ancient Greek · ~4 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 38. APETATIΛA.
Not analysed yet
Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ| τὸν ίερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὐσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἀλοῦσα δʼ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὕτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε- ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο- λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά- πευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρα καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Ἀσάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπʼ αὐτῆς πείθε- ται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας άφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκρά- την διεχρήσατο.