Ancient Greek · ~2 min
4. ΑΜΑΣΙΣ. to 5. ΜΙΔΑΣ.
Polyaenus, Strategemata 4. ΑΜΑΣΙΣ.-5. ΜΙΔΑΣ.
Not analysed yet
Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα τιμωμένων παρʼ αὐτοῖς, ἵνʼ οὕτω προθυμότερον κιν- δυνεύοιεν, νομίζοντες ἔχειν θεατὰς τοὺς θεοὺς, ἐκδό- τους δοῦναι τοῖς πολεμίοις οὐχ ὑπομένοντες. Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς με- γάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετʼ αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα- λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν.