Ancient Greek · ~4 min
40. ΑΡΙΣΤΟΚΡΑΤΗΣ. to 43. ΚΑΛΛΙΑΔΗΣ.
Polyaenus, Strategemata 40. ΑΡΙΣΤΟΚΡΑΤΗΣ.-43. ΚΑΛΛΙΑΔΗΣ.
Not analysed yet
Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἕχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρ- τιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχει- ριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεώς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέ- πλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπε- λυτρῶώσατο. Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβών, μετ- εμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὐτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν. Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορ- μουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη. Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ᾿ ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας,