Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 40. TIMΟKAEIA.
Not analysed yet
Τιμόκλεια Θηβαία Θθεαγένους ἀδελφὴ τοῦ παρα- ταξαμένου Φιλίππῳ περὶ Χαιρῶώνειαν, ὅς καὶ πρὸς τὸν ἐμβοήσαντα μέχρι ποῦ διῶώκεις; ʹ ἀπικρίνατο μέχρι τῆς Μακεδονίαςʼ. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Πιμοκλείας δὲ τὴν οἰκίαν κατε- λάβετο Θρᾷξ ἵππαρχος. οὐτος ὁ ρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Πιμόκλειαν ἐς τὸν θἄλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμ- μένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο ἡ δὲ πολὺν μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλι- σκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἥγαγεν αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θερα- παινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες σύλλα- ἐόντες ἥγαγον ἐπὶ τὸν βασιλέα λέξανδρον· ὁμολο- γήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας.