Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 42. ΚΕΛΤΟΙ.
Not analysed yet
Κελτοὶ στρατεύουσιν ἐπὶ Αὐταριάτας καὶ ἦν πό- λεμος μακρός. οἱ μὲν Κελτοὶ τὰς τροφὰς καὶ τὸν οἶνον πόαις δηλητηρίοις καταφαρμακεύουσι καὶ κατα- λιπόντες ἐν ταῖς σκηναῖς αὐτοὶ νύκτωρ ἔφευγον· οἱ δὲ Αὐταριᾶται πιστεύσαντες, ὡς φοβηθέντες ἀποδι- δράσκοιεν, κατελάβοντο τὰς σκηνὰς καὶ τῷ οἴνῳ καὶ ταῖς τροφαῖς ἀνέδην ἐχρήσαντο καὶ παραυτίκα ὑπὸ διαρροίας ἀκρατοῦς λυθέντες [ἔκειντο]. Κελτοὶ δὲ ἐπελθόντες κειμένους φονεύουσιν.