Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 47. ΠΑΝΑΙΤΙΟΣ.
Not analysed yet
Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ- λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι- βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό- νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.