Ancient Greek
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 52. ΔΗΙΔΑΜΕΙΑ.
Not analysed yet
Δηϊδάμεια Πύρρου θυγάτηρ Ἀμβρακίαν κατα- λαβομένη, τιμωρῆσαι Πτολεμαίῳ δολοφονηθέντι προ- ελομένη, πρεσβευσαμένων Ἠπειρωτῶν τὸν πόλεμον κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προ- γόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συν- ταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσ- έπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπʼ αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν· ῾ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον. ᾿τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν ἐν τῷ τεμένει τῆς θεοῦ.