Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 54. ΑΜΦΙΡΗΤΟΣ.
Not analysed yet
Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα με- γάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.