Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 58. ΚΡΑΤΗΣΙΠΟΛΙΣ.
Not analysed yet
Κρατησίπολις Πτολεμαίῳ τὸν Ἀκροκόρινθον ἐν- δοῦναι βουλομένη φυλαττόμενον ὑπὸ μισθοφόρων, οἳ πολλάκις ἔπειθον αὐτὴν χρῆναι φυλάττειν τὸν τόπον, ἐπαινέσασα αὐτοὺς ὡς ἀνδρείους καὶ πιστούς, ἀλλὰ καὶ ἀπὸ Σικυῶνος ἕφη μεταπέμψεσθαι συμμάχους, οἳ μετʼ αὐτῶν ἀσφαλέστερον φυλάξουσιν. ἔπεμψε μὲν πρὸς Σικυωνίους φανερῶς, κρύφα δὲ πρὸς Πτολεμαῖον, καὶ τοὺς παρʼ αὐτοῦ στρατιώτας νύκτωρ ἥκοντας ὡς τοὺς ἀπὸ Σικυῶνος συμμάχους ἐδέξατο. καὶ παρέλαβε Πτολεμαῖος Ἀκροκόρινθον ἀκόντων τῶν φυλασσόντων.