Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 6. ΠΥΡΡΟΣ.
Not analysed yet
Πύρρος ἡττηθεὶς ὑπὸ Ῥωμαίων, τοὺς ἐλέφαντας ἀπολέσας, πρὸς Ἀντίγονον πρεσβευσάμενος περὶ συμ- μαχίας, ἀποτυχὼν προσέταξε τοῖς πρεσβευταῖς τἀναντία πρὸς ἅπαντας ἀγγέλλειν, ὡς Ἀντίγονος μεγάλῃ δυνάμει βοηθήσειν ὑπέσχηται· ὥστε οἱ Ταραντῖνοι καὶ ὅσοι Σικελῶν καὶ Ἰταλῶν σύμμαχοι, τὸν Πύρρον κατα- λιπεῖν βουλόμενοι, συνέμειναν ἐλπίδι τῆς Ἀντιγόνου συμμαχίας. Πύρρος ἐς τὴν Πελοπόννησον ἐμβαλὼν, Σπαρ- τιατῶν πρεσβευτῶν ἀπαντώντων περὶ Ἀρκαδίαν, φιλ- ανθρώπως αὐτοὺς ὑπεδέξατο καὶ τοὺς ἰδίους υίοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρτιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγελλον, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκα- λούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα πράττει, γελάσας ἔφη, οὐδὲ γὰρ ὑμεῖς εἰώθατε προ- λέγειν μέλλοντες πολεμεῖν· μὴ τοίνυν ἀγανακτεῖτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λακωνικῷ στρατηγήματι. ᾿Πύρρος συνεβούλευε πρὸ τοῦ πολέμου πείθειν τοὺς πολεμίους φόβῳ, πλεονεξίᾳ, ἡδονῇ, οἴκτῳ, δικαίῳ, νομίμῳ, συμφέροντι, δυνατῷ.