Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 8. ΑΙΓΥΠΤΟΣ.
Not analysed yet
Αῖγυπτος |ὑπὸ Μαυσώλου πεμφθεὶς ἐς Μίλητον συμπράξων τοῖς προδιδοῦσι τὴν πόλιν, καταπλεύσας, προαισθόμενος ὡς ἐπιβουλεύοιτο, σπεύσας ἐπὶ τὴν ναῦν προανέβη. οἱ μὲν ἐπιβουλεύοντες ἐγγὺς τῆς θαλάττης ἐφήδρευον· ὁ δὲ ἐκ τῆς νεὼς ἐκπέμπει τινὰ φράσας, ῾τὸν κυβερνήτην ζητήσας [καὶ] Αἴγυπτον ἄγε· ἤδη γὰρ ἀνάγεσθαι χρή. ᾿τοῦτʼ ἀκούσαντες οἱ παραφυλάσ- σοντες Μιλήσιοι, τῆς νεὼς ἀποχωρήσαντες ἐζήτουν Αἴγυπτον ἀνὰ τὴν πόλιν· ὁ δὲ ἀφικομένου τοῦ κυβερ- νήτου ἀποκόψας τὸ ἀπόγειον ἀπέπλευσεν ἀκινδύνως.