Ancient Greek · ~89 min
BIBAION TPITON.
Polyaenus, Strategemata 9. ΙΦΙΚΡΑΤΗΣ.1
Not analysed yet
Ἰφικράτης ἐπὶ τοὺς πολεμίους προῆγε τὴν φά- λαγγα· τῶν στρατιωτῶν τινὲς ὀκνηροὶ καὶ δειλοὶ καὶ ὠχριῶντες εἵποντο. τούτους ἰδὼν Ἰφικράτης κατὰ βραχύ προελθὼν ἐκήρυξε· ῾[τῆς στρατείας] γενομένης ἄφνω, εἴ τις ἀπολέλοιπέ τι, ἀναστρεφέτω καὶ παρα- σκευασάμενος καλῶς ἐπανηκέτω. ᾿ἥσθησαν οἱ δειλοὶ καὶ αὐτίκα ἀνέστρεψαν. ὁ δὲ Ἰφικράτης οὐκ ἀναμεί- νας νῦνʼ, ἔφη, ἄνδρες, τῶν ἀνδραπέδων ἀπηλλαγ- μένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν πολλῷ μᾶλλον ἐθάρσησαν οἱ στρατιῶται, καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν. Ἰφικράτης τοὺς πολεμίους ἐς φυγὴν τρεψάμενος εἵπετο σχέδην ἄγων τὴν φάλαγγα καὶ παραγγέλλων ἔφη οἱ μὲν ἐλαφροὶ φυλάττεσθε τὰς ἐνέδρας, τῶν δὲ φευγόντων τοῖς ὑπολειπομένοις ἐνοχλεῖτε· ᾗ ποταμῶν διαβάσεις, ᾗ καὶ τόποι στενοὶ καὶ τάφροι, ταύτῃ μά- λιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι· τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν᾿. Ἰφικράτης νύκτωρ κατελάβετὸ πολεμίαν πόλιν· οἱ δὲ συνέφευγον ἐς τὴν ἀγορὰν καὶ πλῆθος ἠθροί- ζοντο. Ἰφικράτης ἀνοίγειν ἐκέλευσε τὰς πύλας παρ- έχων αὐτοῖς ἀφορμὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδυνότερον κρατήσειεν. Ἰφικράτης ἐν Θράκῃ ἐνέβαλλεν. τῶν στρατιωτῶν αὐτοῦ φοβηθέντων τοὺς πολεμίους καὶ ἐς φυγὴν τρε- πομένων ἐκήρυξεν, ὃς ἂν μηνύσῃ τὸν ἀφέντα τὸν ὄνον ἐς τὰ ὅπλα [τάλαντον ἀργυρίου λήψεται], ὡς δὴ Πανικοῦ γεγονότος. τούτῳ τῷ κηρύγματι τὰς ψυχὰς τῶν στρατιωτῶν ἀνεκαλέσατο καὶ πρὸς τὸ μένειν εὐ- θυμοτέρους ἐποίησεν. Ἰφικράτης διὰ μέσων πολεμίων ἐξελθεῖν βουλό- μενος ἔπεμψε νύκτωρ ἐπὶ τὰ ἄκρα τῶν κατεχομένων χωρίων σαλπιγκτὰς τὸ πολεμικὸν σημῆναι προστάξας. οἱ μὲν ἐσήμηναν· οἱ πολέμιοι δὲ ἀνέδραμον πρὸς τὸν ἦχον τῶν σαλπιγκτῶν. Ἰφικράτης ἀσφαλῶς διῆλθε τῶν πολεμίων τὸν μέσον τόπον ἔρημον καταλιπόντων. Ἰφικράτης ἡττηθεὶς μετʼ ὀλίγων κατέφυγεν ἐς χωρίον δασὺ καὶ πολύδενδρον. ἐπεὶ δὲ ἐφυλάσσετο, προσέταξε νύκτωρ κατὰ θάτερον μέρος ποιῆσαι θόρυ- βον. τῶν πολεμίων τραπομένων πρὸς τὸ θορυβοῦν μέρος αὐτὸς κατὰ θάτερον ἐξῆλθεν ἀκωλύτως. Ἰφικράτης ἀντιστρατευομένων τῶν πολεμίων προ- ῆλθε τρισὶν ἡμέραις λαθῶν. μηχανησάμενος τὸ λαθεῖν ξύλα ξηρὰ ὑφῆψε καὶ τοῖς ξηροῖς χλωρὰ ἐπέθηκεν· ὁ δὲ ἀὴρ παχὺς καὶ ὀμιχλώδης γενόμενος ἐπεσκότησε ταῖς τῶν πολεμίων ὄψεσιν. Ἰφικράτης πλείους εἶχε στρατιώτας τῶν πολεμίων, καὶ οἱ μάντεις καλὰ τὰ ἱερὰ προὔλεγον· ἀλλʼ οὐκ ἔκρινε παρατάξασθαι. ὡς δὲ παράλογος ἡ μέλλησις τοῖς πολλοῖς ἐγένετο τὰ ἐν τῇ διανοίᾳ μου ἱερὰ οὐκ ἐπέτρεψεν᾿, ἔφη, συνάψαι μάχην· πολλοὶ γὰρ ὄντες οἱ στρατιῶται οὔτε προβαλέσθαι ὁμοῦ δυνατοὶ ἦσαν οὔτε παιωνίσαι· ἡνίκα δὲ παρήγγειλα κλῖναι τὸ δόρυ, πλείων ἐξηκούετο ψόφος τῶν ὀδόντων ἢ τῶν ὅπλων. ᾿Ἰφικράτης τῶν μάντεων ἀπαγορευόντων οὐκ εὐθὺς ἐπείθετο, ἀλλὰ ἢ τὸ πλῆθος μετέταττεν ἢ χώραν ὑπήλ- λαττεν ἢ τὸ χωρίον μετέβαλλεν καὶ πάλιν ἐπὶ τούτοις ἐθύετο. τοῦτο ἐποίει πολλάκις, οὐ μιᾷ σκέψει τὸν τοῦ παντὸς κίνδυνον ἐπιτρέπων. Ἰφικράτης Λακεδαιμονίοις παραταξόμενος ἡγεῖτο. πολλοὶ παρεκάλουν αὐτὸν, ὅπως ἀποφήνῃ τὸν μὲν χιλίαρχον, τὸν δὲ πεντακοσίαρχον· καὶ ἄλλος ταξίαρ- χος καὶ λοχαγὸς ἕτερος ἐσπούδαζον γενέσθαι. πάντας τοὺς παρακαλοῦντας ἀνεβάλλετο ἐς καιρὸν ἐπιτήδειον. ὁ δὲ καιρὸς οὗτος ἦν. προάγει τὴν φάλαγγα καὶ καθιστάμενος τὴν τάξιν ἐκέλευσεν ἐν ἀπορρήτῳ κινῆ- σαι Πανικὸν ὡς καὶ τῶν πολεμίων ἐμβεβληκότων. ταραχὴ μεγάλη πάντων· οἱ μὲν δειλοὶ φοβηθέντες ἀνεχώρουν· οἱ δὲ ἀνδρεῖοι προῆλθον ἀντιταξόμενοι τοῖς πολεμίοις. Ἰφικράτης γελάσας ὡμολόγησε τὸ Πανικὸν αὐτὸς κεκινηκέναι πειρώμενος τῶν δυναμένων ἡγεῖσθαι. τοῖς μὲν δὴ μείνασι χιλιαρχίας καὶ ταξιαρ- χίας ἔδωκεν, τοὺς δὲ ἀναχωρήσαντας ἐκέλευσε τούτοις ἕπεσθαι. Ἰφικράτης μέλλων καταστρατοπεδεύειν ἔπεμψέ τινας καταληψομένους τόπον ὀχυρὸν πορρωτάτω τοὐ στρατοπέδου. θαυμασάντων τῶν παρόντων καὶ ἐρο- μένων τί καταλαμβάνεις; ᾿Ἰφικράτης ὑπολαβὼν ἔφη τὸ τίς ἂν ἤλπισε τοῦτʼ ἔσεσθαι; ᾿παιδεύων, ὡς ἐν πολέμῳ χρὴ φυλακὴν εἶναι καὶ τῶν οὐκ ἐλπιζομένων. Ἰφικράτης ἐν πεδίῳ μεγάλῳ παρετάσσετο. οἱ πο- λέμιοι πολλῷ πλείους ὄντες προσέβαλον· ὁ δὲ κατόπιν τῶν αὑτοῦ στρατιωτῶν τάφρον βαθεῖαν ὤρυξεν, ὡς μὴ φυγῆς ἐλπίδας ἔχοντες γενναιότερον ἀγωνίζοιντο μένοντες. Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάσσετο στρα- τιώτας ἔχων ἠσκημένους, οὐ παραχρῆμα συνῆπτεν ἐς μάχην, τρίβων δὲ τὸν χρόνον ἐν τῇ συστάσει προεξέλυε τοὺς πολεμίους ὡς πονεῖν ἔλαττον εἰθισμένους καὶ τότε ἐπετίθετο. εἰ δὲ προγεγυμνασμένοις ἔμελλε μάχε- σθαι αὐτὸς ἔχων στρατιώτας ἀγυμνάστους, συνεπλέκετο παραχρῆμα ἐς μάχην ταῖς πρώταις ὁρμαῖς τῶν οἰκείων ἀκμαίως ἀποχρώμενος. Ἰφικράτης πολεμίους τρεψάμενος ἐς χωρίον στε- νὸν συνήλασεν· ὁρῶν δὲ μηδεμίαν ὁδὸν ἀναχωρήσεως αὐτοὺς ἔχοντας ἢ μόνην τὴν ἐκ τοῦ νικᾶν ἀνάγκην εἰπὼν μὴ ἀναγκάσωμεν ἀγαθοὺς γενέσθαι τοὺς πο- λεμίουςʼ ἔδωκεν αὐτοῖς πρὸς τὸ φυγεῖν καιρὸν καὶ τόπον, ἵνα τὴν νίκην αὐτὸς ἀκινδύνως ἔχοι. Ἰφικράτης θανάτου δίκην φεύγων παρεστήσατο νεανίσκους ἐγχειρίδια κατακεκρυμμένα ἔχοντας, οἳ παρα- φαίνοντες τοῖς δικασταῖς τὰς λαβὰς οὕτως αὐτοὺς κατέπληξαν, ὥστε φοβηθέντες ἀπεδίκασαν τὴν δίκην. Ἰφικράτης καὶ ὡς τὸν κηδεστὴν ἀπιών ἐπὶ τὴν ἑστίαν τὸν θώρακα ἐνεδύετο λέγων μελετῶ φυλάτ- τεσθαι᾿. Ἰφικράτης καὶ ἐν τῇ φιλίᾳ τὸν χάρακα ἐβάλλετο λέγων οὐ στρατηγικὸν τὸ οὐκ ᾤμην᾿. Ἰφικράτης πολεμίους ἐγγύθεν ἐπικειμένους λα- θεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα. οἱ μὲν δὴ πολέμιοι φαντα- σίαν εἶχον μενόντων, Ἰφικράτης δὲ μετὰ τοῦ στρα- τοπέδου παντὸς ἀσφαλῶς ἀνέζευξεν. Ἰφικράτης, εἰ μὲν πλείους τῶν πολεμίων ἔχοι στρατιώτας, βουλόμενος λαθεῖν, ἵνα καταφρονοῦντας αὐτοὺς λάβοι, μίαν στιβάδα τοὺς δύο στρατιώτας ἐκέλευε ποιεῖσθαι, ἐπὶ ταύτης ἀνὰ μέρος ἀναπαύεσθαι καὶ τὰ ὅπλα ἐπʼ ἄλληλα τιθέναι. εἰ δὲ ὀλίγους ἔχοι, ὅπως μὴ καταφρονοῖντο, τὸν ἕνα στρατιώτην δύο στι- βάδας ποιεῖσθαι προσέταττε καὶ ταχέως ἐς ἄλλο χω- ρίον μετανίστατο. τῶν δὲ πολεμίων τὰς στιβάδας καταμαθόντων καὶ τὸ πλῆθος καταπλαγέντων τηνι- κάδε προσπεσὼν συνῆπτε μάχην. Θηβαῖοι νύκτωρ εἰσπεσεῖν Ἀθήναζε διενοοῦντο. Ἰφικράτης μαθὼν παράγγελμα ἔδωκεν Ἀθηναίοις νύκτωρ ὑποσημήναντος ἐς ἀγορὰν ἀθροίζεσθαι· ‘προ- δίδοταί μοι ἡ Θηβαίων πόλις, καὶ μετὰ ἡσυχίας ἐξελ- θόντες, ἄφνω προσπεσόντες ἀμαχεὶ Θήβας αἱρήσομεν᾿. τοῦτο δὲ ἐξαγγελθὲν Θηβαῖοι μαθόντες ἀπέσχοντο προσπεσεῖν ταῖς Ἀθήναις, ἐς δὲ τὸ φυλάττειν τὴν πόλιν αὑτῶν κατέστησαν. Ἰφικράτης ὀλίγους εἶχε στρατιώτας καὶ τούτους ἀθυμοῦντας. βουλόμενος αὐτοῖς θάρσος ἐνδοῦναι με- ταξὺ δειπνοῦντας συγκαλεῖ λοχαγοὺς καὶ ταξιάρχους καὶ κελεύει φέρειν ὅσον ἕκαστος ἔχοι ἀργύριον ἢ χρυσίον ἢ κόσμον, ὡς προδοσίαν τῶν πολεμίων δια- πραξάμενος, καὶ δέον τὰ δῶρα δόντας ἤδη βαδίζειν ἐπὶ τοὺς ἐναντίους. οἱ μὲν ἐκόμισαν, ὁ δὲ λαβὼν σύνθημα ἔδωκεν Ἑρμῆν Φίλιον, ὡς τοῦτο πρὸς τοὺς ἐνδιδόντας αὐτῷ συγκείμενον, καὶ βραχὺ διαλιπὼν ἐπῆγε τοὺς στρατιώτας. οἱ δὲ πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας, εὐθαρσέστεροι πρὸς τὴν μάχην ἐγένοντο. Ἰφικράτης τὴν σύνταξιν τῶν στρατοπέδων εἴκαζε τῷ σώματι. θώρακα ἐκάλει τὴν φάλαγγα, χεῖρας τοὺς ψιλοὺς, πόδας τὴν ἵππον, κεφαλὴν τὸν στρατηγόν. ‘τὰ μὲν δὴ ἄλλα ὅταν ἐπιλείπῃ, χωλὸν καὶ πηρὸν τὸ στρατόπεδον· ὅταν δὲ ὁ στρατηγὸς ἀπόληται, τὸ πᾶν ἄχρηστον οἴχεται. ᾿Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον διέδωκεν ῾ἀσπίδας χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι᾿. Χῖοι τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετικὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμμαχίαν συνέθεντο. Ἰφικράτης Σικυῶνι προσέβαλλεν. Λάκων ἁρμοστὴς βοήθειαν ἐκ Λακεδαίμονος μεταπέμπεσθαι σκηψάμενος τοὺς πεμφθέντας εἰς ἐνέδραν καθίσαι προσέταξεν. οἱ μὲν δὴ ἐλόχων. Ἰφικράτης δὲ βαδίζων ἐπὶ τὴν πόλιν παρῆλθεν τὴν ἐνέδραν. νεανίσκοι τινὲς ἐκ τῆς πόλεως θρασύτερον ἠπείλησαν νῦν γέ τοι δίκην δώσεις᾿. Ἰφι- κράτης ὑπονοήσας εἶναί τινας, οἷς οὗτοι πεποίθασιν, αὐτίκα ἀναστρέφει κατʼ ἄλλην ἀνοδίαν σύντομον καὶ τοὺς εὐρωστοτάτους ἐπιλέξας αὐτὸς ἄφνω προσέπεσε τοῖς ἐνεδρεύουσι καὶ πάντας διέφθειρεν ὁμολογῶν ἁμαρτάνειν, ὅτι μὴ προηρευνήσατο τοὺς τόπους. τῷ δὲ ταχέως ὑποπτεῦσαι τὸν λόχον ἄριστα ἐχρήσατο προεμπεσὼν ὀξέως τοῖς ἐνεδρεύουσιν. Ἰφικράτης ἔμελλε βαρβάροις μαχεῖσθαι· καὶ βου- λόμενος τοὺς ἑαυτοῦ στρατιώτας εὐτολμοτέρους ποι- ῆσαι, δέδοικα᾿, ἔφη, μὴ οὐκ ἠσθημένοι εἶεν οἱ βάρ- βαροι, ὡς τοὺς πολεμίους εἴωθα καταπλήττειν τῷ Ἰφικράτης εἶναι· ἀλλʼ ἔγωγε φροντιῶ, ὅπως νῦν γε αὐτοὶ μαθόντες καὶ τοῖς ἄλλοις ἀπαγγείλωσι· μόνου καὶ ὑμεῖς συμφιλοτιμήσασθέ μοι. ᾿ἐπεὶ δὲ συνῄεσαν αἱ δυνάμεις, φήσαντός τινος φοβεροὺς εἶναι τοὺς πολεμίους καὶ πόσῳʼ, εἶπεν, ἡμεῖς ἐκείνοις φοβερώ- τεροι; ᾿Ἰφικράτης παρεκάλεσε τοὺς στρατιώτας, ἀνθʼ ὧν πολλοὺς καὶ ἐνδόξους ἀγῶνας νενικήκασιν αὐτοῦ ἡγου- μένου, τοῦτο μόνον αὐτῷ χαρίσασθαι, στῆναι προτέ- ρους ἐν τῷ προσιέναι τοῖς ἐναντίοις, εἰδὼς ὅτι τοῦτο ποιῆσαι μὴ φιλοτιμηθέντων συμβήσεται τοὺς ἐναντίους προτέρους τοῦτο πρᾶξαι. Ἰφικράτης ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην παραδώσειν, ἐὰν τὸ σημεῖον ἄραντος παραθρασύναν- τες ἀλλήλους ἓν βῆμα προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη· τὸ δὲ σημεῖον ἦρεν ὁ στρατηγὸς, καὶ οἱ στρατιῶται προέβησαν ἐπαλαλάξαντες καὶ τοὺς πολεμίους ὠσάμενοι ἐς φυγὴν ἔτρεψαν. Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἦπεί- γοντο ἐξελθεῖν ἐπὶ τὴν μάχην· Ἰφικράτης δὲ ὁρῶν τοὺς πολεμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μεγαλοφρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ἐγῶ μὲν ὑμᾶς ἐς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρονεῖν Βοιωτῶν δύνασθαι· τῶν δὲ ἐμοῦ κρειττόνων στρατηγῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως εἷλε τοὺς Ἀθηναίους, καὶ τῆς ὁρμῆς ἐπαύσαντο τῇ παρὰ στρατηγοῦ ἀρετῇ, μὴ συνεξορμῆσαι τοῖς προεξανισταμένοις, ἀλλὰ τὸν θυμὸν αὑτῶν λογι- σμῷ κατασχεῖν. Ἰφικράτης προδοσίας δίκην ἔφευγεν, Ἀριστοφῶν καὶ Χάρης ἐδίωκον· αἰτία δὲ ἦν, ὅτι ἄρα περὶ Ἔμ- βατα δυνάμενος ἑλεῖν τοὺς πολεμίους οὐ διεναυμά- χησεν. ὁρῶν τὸ δικαστήριον ὑποφερόμενον εἰς τοὐ- ναντίον, τοῦ λόγου παυόμενος παρέφηνέ πως τὸ ξίφος τοῖς δικασταῖς· οἱ δὲ καταδείσαντες, μὴ τὴν ἑταιρίαν ὅλην ἐξοπλίσας κυκλώσειε τὸ δικαστήριον, ἄφεσιν αὐτῷ πάντες ἐψηφίσαντο. μετὰ τὴν νίκην φήσαν- τός τινος, ὡς παρεκρούσατο τοὺς δικαστὰς εὐήθης ἂν εἴην᾿, ἔφη, ὑπὲρ Ἀθηναίων μὲν στρατηγῶν, ὑπὲρ ἐμαυτοῦ δὲ πρὸς Ἀθηναίους μηκέτι.’ Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων ἔπεισεν᾿ Ἀθηναίους τὰ ὑπερέχοντα τῶν οἰκοδομημάτων ἐς τὰς δημοσίας ὁδοὺς ἀποκόπτειν ἢ πιπράσκειν, ὥστε οἱ δεσπόται τῶν οἰκιῶν πολλὰ εἰσήνεγκαν χρήματα ὑπὲρ τοῦ μὴ περι- κοπῆναι καὶ σαθρὰ γενέσθαι τὰ οἰκοδομήματα. Ἰφικράτης μετὰ μὲν τὴν μάχην ἀπὸ τῶν ληφθίν- των ἄξια τῶν πόνων διένειμεν ἑκάστῳ. εἰ δὲ ξένια παρὰ πόλεων ἐκομίσθη, καὶ ἀπὸ τούτων διέπεμπεν ἑκάστῳ, οὐ κατὰ ἕνα μόνον, ἀλλὰ καὶ κατὰ ἔθνη καὶ κατὰ λόχους καὶ κατὰ τὰς ὁπλίσεις, ἱππεῦσιν ἄλλα, ὁπλίταις ἄλλα, ψιλοῖς ἕτερα. πρὸ τῆς μάχης σιγὴν κηρύξας ἐπηγγέλλετο τῷ ἀριστεύσαντι ἐν τοῖς ὁπλίταις ἆθλον καὶ τὸ πάλιν ἐν τοῖς ἱππεῦσιν ἢ ἐν τοῖς πελ- τασταῖς καὶ ἐφεξῆς ἐν ἁπάσαις ταῖς τάξεσιν. ἔν γε μὴν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν, ὅσοι ἀνδρειότεροι τῶν ἄλλων, προετίμα προεδρίαις. ταῦτα πάντα ἐστρα- τήγει προθυμοτέρους ποιῶν τοὺς στρατιώτας ἐς τοὺς κινδύνους. Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας μηχανώμενος ψευδοβοηθείας, ψευδενέδρας, ψευδοπρο- δοσίας, ψευδαυτομολίας, ψευδεφόδους, ψευδοπανικὰ, ἵνα εἴ ποτε καὶ τοιοῦτόν τι γένοιτο, μηδαμῶς ἐκπλήσ- σοιντο. Ἰφικράτης περὶ τὸ Ἱερὸν ὔρος, ἀντικαθημένων αὐτῷ πολεμίων καὶ ἀπεχόντων στάδια πέντε καὶ κατε- χόντων ὑψηλότατον τόπον παρὰ τὴν θάλατταν, καὶ τῆς πορείας τῆς ἐπʼ αὐτοὺς ἐφʼ ἕνα οὔσης —τὸ δὲ λοιπὸν χωρίον ἀπόκρημνον ἦν εἰς τὴν θάλατταν —ἐπιλεξάμενος ἄνδρας εὐρώστους, νύκτα παραφυλάξας ἀνηνεμίαν, ἀλειψάμενος λίπα, σὺν τοῖς ἀναγκαίοις ὅπλοις διὰ τῆς θαλάττης περιιὼν, ὅσα γε μὴν βαθύ- τερα παρανηχόμενος, παρελθὼν τοὺς φύλακας, ἐκβὰς, ὄπισθεν αὐτῶν γενόμενος ἀπέκτεινε πάντας, καὶ τὸ αὑτοῦ στρατόπεδον ἤγαγεν διὰ τῆς στενῆς ὁδοῦ παρὰ τὸν κρημνὸν καὶ τοῖς πολεμίοις ἔτι νυκτὸς οὔσης ἀφυλάκτοις καὶ μὴ προσδοκῶσιν ἐπιθέμενος τινὰς μὲν διέφθειρε, τινὰς δὲ ἐζώγρησεν. Ἰφικράτης χειμῶνας καὶ κρυμοὺς ὁρῶν καιρὸν ἐπιθέσεως προάγειν ἐβούλετο τοὺς στρατιώτας. διὰ γυμνότητα καὶ κρύος οὐ προθυμουμένων αὐτὸς ἐνδὺς ἐσθῆτα φαύλην καὶ τῶν ἄλλων ἀθλιωτέραν παριὼν τὰς σκηνὰς ἕκαστον ἐπιχειρῆσαι τοῖς πολεμίοις παρε- κάλει. οἱ δὲ προθύμως ἠκολούθησαν ὁρῶντες τὸν στρατηγὸν ταπεινῶς ἠσθημένον καὶ ἀνυπόδητον ὑπὲρ τῆς κοινῆς σωτηρίας προθυμούμενον. Ἰφικράτης, εἰ μὲν μὴ ἔχοι διδόναι μισθοφορὰν, ἦγε τοὺς στρατιώτας εἰς ἀοίκητα χωρία καὶ ἀκτὰς, ἵνα ὡς ἐλάχιστα ἀναλίσκοιεν· εἰ δὲ εὐποροίη χρημά- των, ἦγεν αὐτοὺς ἐς πόλεις καὶ χωρία εὐδαίμονα, ὅπου τάχιστα τὸν μισθὸν ἀναλώσαντες σπουδάζοιέν τι πράττειν διὰ τὴν τοῦ ἀργυρίου ἔνδειαν. οὐ μὴν ἐπέτρεπεν αὐτοὺς οὐδὲ σχολάζειν, ἀλλʼ εἰ μὴ πόλεμος ἦν, ἀεί τι προσέταττεν, ἢ ὀρύττειν ἢ ταφρεύειν ἢ δένδρα κόπτειν ἢ μεταβάλλειν ἢ μετασκευάζειν, ὡς ἐν τῇ σχολῇ νεωτερίζειν βουλομένων. Ἰφικράτης Σάμον κατασίρας εἰς Δῆλον κατέ- πλευσε. Σάμιοι πρέσβεις ἀφίκοντο λυτροῦσθαι βου- λόμενοι τὰ ληφθέντα· ὁ δὲ ὁμολογῶν ἀποδώσειν, κρύφα ὑπηρετικὸν ἐκπέμψας, ὡς ἐξ Ἀθηνῶν ἐκέλευσε καταπλεῖν, κομίζον ἐπιστολὴν πεπλασμένην, ὡς Ἀθη- ναίων αὐτὸν ἐπανήκειν κελευόντων. ὁ δὲ πρὸς τοὺς Σαμίους διαλυσάμενος φιλανθρώπως τοῖς τριηράρχοις ἀναγωγὴν παραγγείλας, ἀποπλεύσας εἰς ἐρήμην νῆσον ὡρμίσατο νυκτὸς καὶ ἡμέρας. οἱ Σάμιοι, πυθόμενοι ὡς ἀπέπλευσεν Ἰφικράτης φιλανθρώπως αὐτοῖς χρη- σάμενος, κατά τε τὴν πόλιν ἀδεῶς διέτριβον καὶ ἐς τὴν χώραν ἀδεῶς ἐξήεσαν· ὁ δὲ διεσκεδασμένων πάλιν ἐπιπλεύσας ἐς τὴν Σάμον πολλῷ πλείονα λείαν τῆς προτέρας ἥρπασε. τοῦτο καὶ ὁ Φορμίων πρότερος ἐποίησε Χαλκιδεῦσιν. Ἰφικράτης Λακεδαιμονίους καὶ Θηβαίους πολε- μοῦντας ἐπεχείρει διαλλάσσειν· οἱ σύμμαχοι Θθηβαίων Ἀργεῖοι καὶ Ἀρκάδες ἀντέπρασσον. ὁ δὲ τῶν στρα- τιωτῶν ἐνίοις προσέταξε λεηλατῆσαι τὴν Ἀργολίδα. τῶν δὲ Ἀργείων ἐγκαλούντων τοὺς φυγάδας αὐτῶν ἕφη αἰτίους εἶναι. προελθὼν δὲ καὶ ὡς τοὺς φυγά- δας ἀφελόμενος τὴν λείαν τοῖς Ἀργείοις ἀπέδωκεν· οἱ δὲ ἀπολαβόντες ὡς εὐεργέτῃ καὶ φίλῳ τῷ Ἰφικράτει προσέφευγον καὶ τὴν εἰρήνην αἱρεῖσθαι Θηβαίους ἔπεισαν. Ἰφικράτης βασιλεῖ στρατηγῶν μετὰ Φαρναβάζου, πλέων ἐπʼ Αἰγύπτου, τῆς χώρας οὔσης ἀλιμένου, παρήγγειλε τοῖς τριηράρχοις τεσσαράκοντα σάκκους ἕκαστος ἐχέτωʼ. προσορμιζομένων δὲ τοὺς σάκκους ἄμμου πλήσας ***κεφαλίδας ἐξῆπτεν ἑκάστης νεὼς καὶ οὕτως ἀνείλκυσεν αὐτὰς τεταρσωμένας. Ἰφικράτης ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θάλασσης παρετάσσετο· γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύ- σκιον ἀνεβόησεν ἐξανίστασθαι τοὺς ἐγκαθημένους. οἱ πολέμιοι φοβηθέντες ἐνέδραν μεγάλην ἀνέστρεψαν καὶ διὰ τάχους εἰς τὰς ναῦς καταφυγόντες ἀνεχώρησαν. Ἰφικράτης ἐν Θεσσαλίᾳ καὶ Ἰάσων ὁ τύραννος πλησίον ποταμοῦ σπείσασθαι βουλόμενοι διʼ ἀγγέλων ἠρεύνησαν ἀλλήλους καὶ τὰ σώματα ἐγύμνωσαν· καὶ οὕτως ὑπὸ τὴν γέφυραν ἐλθόντες διελέξαντο. ἐπεὶ δὲ καὶ τοὺς ὅρκους διὰ τῶν ἱερείων ἐχρῆν ποιήσασθαι, Ἰφικράτης μὲν δὴ ἐπὶ τὴν γέφυραν ἀνῆλθεν, Ἰάσων δὲ τὸ ἱερεῖον παραλαβὼν, τοῦ ποιμένος ἀπαλλαγέντος, σφαγιάζειν εἰς τὸν ποταμὸν ἤρχετο. καὶ δὴ τότε Ἰφι- κράτης καθαλόμενος, τῆς σφαγίδος ἐπιλαβόμενος αὐτὸν μὲν ἀποκτεῖναι ἀπέσχετο, προσομολογῆσαι δὲ ἃ συνέ- φερεν αὐτῷ κατηνάγκασεν. Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευοφόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινοτέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺν καὶ σύσκιον. ἡμέρας δὲ γενομένης, οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλ- λήνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπαγὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πο- λεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν. Ἰφικράτης νύκτωρ ἐπιθέμενος χωρίῳ τοὺς σαλ- πιγκτὰς ἐπὶ πολλὰ μέρη διαπέμψας ἐκέλευσε σημαίνειν. οἱ πολέμιοι πρὸς τὸν ἦχον ἄλλος ἄλλῃ διέθεον· ὁ δὲ ἐλαχίστους καταλειφθέντας νικήσας ῥᾳδίως ἐκράτησε τοῦ χωρίου. Ἰφικράτους ὄντος ἐν Κορίνθῳ Λακεδαιμόνιοι παρῆλθον πρὸς τὴν πόλιν. ὁ δὲ οὐκ εὐθὺς ἀπεκιν- δύνευσε τὴν δύναμιν συμβαλὼν· ἀλλὰ μαθὼν, ὡς ἔστι τὰ περὶ τὴν πόλιν ὀχυρώτατα χωρία ἔρημα, ταῦτα προκαταλαβὼν τοῖς ἐν τῇ πόλει προὐκήρυξεν ἰέναι πρὸς αὑτόν. ἐξιόντων δὲ πάντων καὶ ἀθροιζομένων οἱ Λακεδαιμόνιοι τὸ πλῆθος φοβηθέντες καὶ τὴν φυ- λακὴν τῶν ὀχυρῶν τόπων ἀμαχεὶ φεύγοντες ᾤχοντο. Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόννη- σον ὢν χωρίον τι καταλαβών ἐτείχιζεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκο- δομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης ἰδὼν ἀσυντάκτους νυκτὸς μέρος τοῦ στρα- τεύματος εἰς τὴν Ἀβυδηνῶν διαβιβάσας τοὺς ἀγροὺς αὐτῶν καταδραμὼν ἐκράτησε πολλῶν σωμάτων καὶ χρημάτων. Ἰφικράτης ἦν ἐν Κορίνθῳ. πυθόμενος ὡς οἱ τἀναντία πράττοντες μισθοφόρους ἐκ Λακεδαίμονος νύκτωρ ἐκδέχεσθαι μέλλοιεν, ἀγείρας τοὺς αὑτοῦ στρα- τιώτας τοὺς μὲν κατέλιπεν ἔνδον φυλάττειν, τοὺς δὲ ἄλλους ἔξω πυλῶν ἀγαγὼν καὶ ἐς τάξιν καταστήσας ἔσπευσεν ἐπʼ ἐκείνην τὴν πύλην, ἣν ἤνοιξαν οἱ δεχό- μενοι [τοὺς πολεμίους. οἱ μὲν] τοὺς πολεμίους ἐσῆγον· τῶν δʼ ἐσχάτων ἐσιόντων, ἐξαίφνης ἐπιστὰς συνηκο- λούθησεν αὐτοῖς καὶ συνεισέπεσεν ἐς τὴν πόλιν. ἀδή- λου δὲ ὄντος τοῦ γεγονότος ὡς ἐν νυκτὶ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, ἡμέρας δὲ γενομένης πολλοὺς ἐς τὰ ἱερὰ φυγόντας ἐχειρώσατο. Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν ὀκτακισχιλίων ἐστρατοπέδευσεν· πυθόμενος τοὺς Θρᾷ- κας νύκτωρ ἐπιτίθεσθαι μέλλειν ἀναλαβὼν τοὺς στρα- τιώτας ἀνεχώρησεν ἑσπέρας, ὅσον στάδια τρία, ἐς φάραγγα κρύψαι δυναμένην. οἱ Θρᾷκες ἐμπεσόντες ἐς τὸ στρατόπεδον ἔρημον διήρπαζον ἀτάκτως κατα- γελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφικράτης ἐξ ἀφανοῦς ἐξορμήσας πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν. Ἰφικράτης μέλλων ὁδὸν ἄνυδρον δυσὶν ἡμέραις πορεύεσθαι παρήγγειλε δειπνοποιησαμένους ὕδατος πληρῶσαι τὰ ἀγγεῖα καὶ ἡλίου δύντος ἤγαγε τὴν δύναμιν διὰ νυκτός. ἡμέρας δὲ γενομένης κατεστρα- τοπέδευσε καὶ προσέταξε σιτοποιεῖσθαι τῷ ὕδατι χρη- σαμένους καὶ κοιμηθέντας διʼ ἡμέρας δειπνοποιήσα- σθαι καὶ συσκευασαμένους ὁδεῦσαι διὰ νυκτὸς πάλιν· ὥστε ἀντὶ δύο ἡμερῶν δύο νύκτας ἀναψύχοντες διεξ- ῆλθον, καὶ ἡμέρᾳ μιᾷ καὶ τὸ ὕδωρ αὐτοῖς ἱκανὸν ἐγένετο. Ἰφικράτης περὶ Ἐπίδαυρον λείαν ἦγε πολλήν. ὁ φρούραρχος τῆς χώρας Λάκων ἐδίωκεν αὐτὸν ἐγγίζοντα ταῖς ναυσίν· οἱ μὲν διώκοντες ἦσαν ἐπὶ λόφου, Ἰφι- κράτης δὲ πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας κούφους καὶ ψιλοὺς κατʼ ὀλίγους ἄλλον ἄλλῃ **καὶ τῷ Λάκωνι προσέβαλε· τοῦ δὲ προσέχοντος τοῖς πολλαχόθεν ἐφορ- μῶσιν, οἱ τοῦ Ἰφικράτους τὰ ὑπερδέξια χωρία κατα- λαβόντες κατὰ νώτου τῶν πολεμίων ἐγένοντο καὶ πάντας αὐτοὺς διέφθειραν. Ἰφικράτης ἐν Φλιοῦντι διὰ στενῶν τόπων ἐβά- διζε. τῶν πολεμίων ἐπιθεμένων τοῖς τελευταίοις παρ- αγγείλας τοῖς στρατιώταις ἐκ τῶν στενῶν ὅτι τάχος ὑπεξιέναι, αὐτὸς διὰ μέσου ἐπʼ οὐρὰν διαδραμὼν καὶ τῶν στρατιωτῶν τοὺς ἀρίστους προσλαβὼν ἀκμάζων ἐμπεσὼν τοῖς ἐπικειμένοις ἀτάκτοις πολλοὺς αὐτῶν διέφθειρεν. Ἰφικράτης ἐς Θρᾴκην ἐμβαλὼν ἐν πεδίῳ κατεστρα- τοπέδευσεν ὑπὸ ὅρους περιεχομένῳ διέξοδον ἔχοντι στενὴν διὰ γεφύρας, ἣν ἔμελλον διαβάντες οἱ Θρᾷκες νύκτωρ ἐπιθέσθαι. ὁ δὲ πυρὰ πολλὰ καύσας ἐν τῷ στρατοπέδῳ πρὸς τὴν ὑπώρειαν ἀναδραμὼν σὺν τοῖς στρατιώταις ἐγγὺς τῆς γεφύρας ἐν τῇ ὕλῃ συγκαθίσας ἡσύχασεν. οἱ μὲν δὴ Θρᾷκες διαβάντες τὴν γέφυραν ὥρμησαν ὡς τὰ πυρὰ τοὺς πολεμίους ἐκεῖ νομίζοντες εὑρήσειν· Ἰφικράτης δὲ τοὺς στρατιώτας ἐκ τῆς ὕλης ἀναλαβὼν τὴν γέφυραν διελθὼν ἀσφαλῶς ἀνεχώρησεν. Ἰφικράτης ἦρξε τοῦ πλείστου στρατεύματος πεζοῦ καὶ ναυτικοῦ ἐν τῇ δόσει τοῦ μισθοῦ καθʼ ἕκαστον μῆνα ὑφαιρῶν τὸ τέταρτον μέρος, ὥσπερ ἐνέχυρον ἑκάστου κατέχων, ἵνα μὴ λίποιεν τὸ στρατόπεδον. οὕτως ἄρα καὶ πολλοὺς εἶχεν ἀεὶ τοὺς στρατευομένους καὶ εὐπόρους, τὸ τέταρτον τοῦ μισθοῦ φυλαττόμενον ἔχοντας. Ἰφικράτης τοῖς Λακεδαιμονίων συμμάχοις ἀντι. στρατοπεδεύων νύκτωρ τὴν δύναμιν μετημφίεσε, τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. οἱ μὲν δὴ στρα- τιωτικῶς ἠμφιεσμένοι πόρρω τῶν ὅπλων ἐβάδιζον τὴν τῶν ἐλευθέρων σχολὴν μιμούμενοι· οἱ δὲ οἰκετικῶς κατεσκευασμένοι πλησίον τῶν ὅπλων ἦσαν ὅσα εἰκὸς διακονούμενοι. ταῦτα ὁρῶντες οἱ πολέμιοι, κατὰ ζῆλον τῶν ἐναντίων οἱ μὲν στρατιῶται ῥᾳθύμως ἔξω τοῦ στρατοπέδου βαδίζοντες ἐσχόλαζον, οἱ δὲ οἰκέται ταῖς ἀναγκαίαις ὑπηρεσίαις παρέμενον. ἐνταῦθα δὴ σημεῖον αἴρεται· οἱ δὲ Ἰφικράτειοι τὰ ὅπλα ταχέως ἀναλαβόν- τες, ἐπὶ τὸ στρατόπεδον τῶν ἐναντίων ἐλθόντες, τῶν μὲν οἰκετῶν τῶν ἐν τῇ διακονίᾳ φυγόντων, τῶν δὲ στρατιωτῶν ἀόπλων καταληφθέντων, τοὺς μὲν ἀπέ- κτειναν, τοὺς δὲ αἰχμαλώτους ἤγαγον. Ἰφικράτης, ἀντιστρατοπεδευόντων τῶν πολεμίων καὶ κατὰ τὴν [αὐτὴν] ὥραν διὰ παντὸς ἀριστοποιου- μένων, προσέταξε τοῖς αὑτοῦ στρατιώταις πρὸ τῆς ἕω προσενέγκασθαι τὸ ἄριστον. τοῦτο πράξας συνέβαλε τοῖς ἐναντίοις καὶ τὸν ἀκροβολισμὸν ἄχρι δείλης παρέ- τεινεν. ἐπεὶ δὲ ἀλλήλων ἐχωρίσθησαν, οἱ μὲν πολέμιοι πρὸς τὸ δεῖπνον ὥρμησαν· ὁ δὲ προηριστηκότας ἔχων τοὺς στρατιώτας προσπεσὼν δειπνοποιουμένοις οὐκ ὀλίγον ὄλεθρον αὐτῶν εἰργάσατο. Ἰφικράτης περὶ Φλιοῦντα ὡδοιπόρει τῆς φάλαγγος διὰ τὰς δυσχωρίας μακρᾶς ἐκτεταμένης· οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν ἐπικείμενοι πολλοὺς ἐτίτρωσκον καὶ πολλὰ ἥρπαζον. ὁ δὲ μετὰ τῶν παρὰ πλευρὰν ἀνδρῶν ἐπιστρέψας τῇ μὲν φάλαγγι παρήγγειλε θᾶττον προχωρεῖν· τῶν δὲ ἀπὸ τῆς δεξιᾶς καὶ ἀπὸ τῆς εὐω- νύμου πλευρᾶς ἀνδρῶν ἐπιλέγων τοὺς ἡγεμόνας καὶ τοὺς ἀρίστους μετʼ αὐτοὺς συνέταττεν. τῆς δὲ οὐρα- γίας ἐγγὺς γενόμενος, προσπεσὼν τοῖς πολεμίοις κεκμη- κόσιν ἐν τῇ διώξει καὶ τεταραγμένοις ἐν τῇ τῶν σκευο- φόρων ἁρπαγῇ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, πολλῷ δὲ πλείονας αἰχμαλώτους ἤγαγεν. Ἰφικράτης ἐν Κερκύρᾳ Κρινίππου προσπλέοντος ἐκ Σικελίας ἕνδεκα πληρώμασι τῶν πυρσωρῶν ἀγγει- λάντων ὑφορμεῖν αὐτὸν νήσῳ τινὶ τῶν ἐρήμων, προσ- τάξας πυρσὸν ἀνάπτειν φίλιον νύκτωρ ἐπιπλεύσας ἐκράτησε τῶν δέκα πληρωμάτων ἑνὸς ἐκφυγόντος. Ἰφικράτης ἐν Ἄκῃ πυθόμενος δύο τῶν ἡγεμόνων προδιδόναι καλέσας τοὺς ἀρίστους τῶν ἐπὶ τοῦ στρα- τοπέδου προσέταξεν, ὁπόταν τοὺς ἐναιτίους τῆς προ- δοσίας μεταπεμψάμενος ἐξετάζῃ τὸ πρᾶγμα, προλαβεῖν αὐτοὺς τὰ τούτων ὅπλα καὶ τὰ τῶν ὑπʼ αὐτοῖς τεταγ- μένων λόχων. οἱ μὲν προλαβόντες κατέσχον τὰς πανοπλίας. Ἰφικράτης δὲ τὴν προδοσίαν ἐλέγξας τοὺς μὲν ἡγεμόνας ἐκόλασε θανάτῳ, τοὺς δὲ στρατιώτας γυμνοὺς ἐξήλασε τοῦ στρατοπέδου. Ἰφικράτης δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψε πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων παρακαλῶν με- μνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηνῶν συμμαχίαν προσδέχοιτο εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύ- λακες ἐκόμισαν τὰ γράμματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους· οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες. Ἰφικράτης ἐν Χίῳ τοὺς Λακωνίζοντας ἐλέγξαι βουλόμενος ἐνίους τῶν τριηράρχων ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθʼ ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακω- νικῷ. οἱ μὲν Λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον· ὁ δὲ κυκλωσάμενος αὐτοὺς (καὶ) τοῖς ἀπὸ τῆς πόλεως προσελθοῦσι συνέ- λαβέ τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν. Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων τῶν στρατιωτῶν θορυβούντων καὶ κοινὴν ἐκκλησίαν αἰτουμένων ἄνδρας ἐμπείρους τῆς Περσίδος γλώττης στολὰς Περσικὰς ἐνδυσαμένους προσέταξε πληθούσης τῆς ἐκκλησίας ἐπι- φανῆναι καὶ παρελθόντας ἀγγέλλειν βαρβαριστὶ ῾πλη- σίον οἱ τὰ χρήματα κομίζοντες, ἡμεῖς δὲ προεπέμ- φθημεν τοῦτο σημανοῦντες᾿. ταῦτα μηνύσαντες, οἱ στρατιῶται διέλυσαν τὴν ἐκκλησίαν. Ἰφικράτης ἐκ τῆς Ὀδρυσιάδος λείαν πολλὴν περι- ήλασεν· ἐδίωκον οἱ Ὀδρύσαι πλήθει πολλῷ. ὁ δὲ ἱππεῖς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπά- δας καὶ προσελαύνειν ἐκέλευσε τοῖς ἐναντίοις. οἱ δʼ ἵπποι τῶν Ὀδρυσῶν τῆς φλογὸς τὴν ὄψιν ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον. Ἰφικράτης ἐπιὼν πόλει τὸν ἀπὸ τῆς χώρας ποτα- μὸν, [ὃν] διὰ μέσης τῆς πόλεως ῥέοντα διαβῆναι ἀναγ- καῖον ἦν, ἑσπέρας διέβη μετὰ τοῦ στρατεύματος, ἳνα τὸ ἐκ τῆς διαβάσεως τοῦ πλήθους θολερὸν διὰ νυκτὸς παροδεῦσαν λάθῃ τοὺς ἐν τῇ πόλει. καὶ δὴ λαθὼν μεθʼ ἡμέραν ἐπέθετο μὴ προσδοκῶσιν. Ἰφικράτης ἐν Θρᾴκῃ πολλοὺς ἔλαβεν αἰχμαλώτους Ὀδρυσῶν. οἱ μὲν δὴ σφοδρῶς ἐπέκειντο βάλλοντες καὶ ἀκοντίζοντες· ὁ δὲ τοῖς πρωτοστάταις ἑκάστῳ αἰχ- μάλωτον γυμνὸν παρέστησεν, ἐξ ἱμάντος ὀπίσω τῶν χειρῶν δεδεμένων. οἱ δὲ Ὀδρύσαι τοὺς οἰκείους μὴ βουλόμενοι τιτρώσκειν τοῦ βάλλειν καὶ ἀκοντίζειν ἀπ- είχοντο. Ἰφικράτης περὶ Φοινίκην καταπλέων ἑκατὸν τρι- ακοντόροις, ἔνθα τεναγώδης αἰγιαλὸς ἦν, ἰδὼν τοὺς Φοίνικας παρὰ τὴν ἠϊόνα συνθέοντας παρήγγειλεν, ὅταν τὸ σημεῖον ἀναδειχθῇ, τοῖς μὲν κυβερνήταις ἄγκυραν ἀφιέναι κατὰ πρύμναν καὶ τὴν καταγωγὴν ἐν τάξει ποιεῖσθαι, τοῖς δὲ στρατιώταις ὁπλισαμένους ἕκαστον κατά τὴν αὐτοῦ κώπην εἰς τὴν θάλασσαν αὐτὸν καθιέναι καὶ τὴν αὐτοῦ τάξιν διαφυλάττειν· ὡς δὲ ἤδη σύμμετρον ὑπέλαβεν εἶναι τὸ τῆς θαλάσ- σης βάθος, ἀνέτεινε τὸ σημεῖον τῆς ἐκβάσεως. αἱ τριακόντοροι μὲν ἐν τάξει κατήγοντο διὰ τῶν ἀγκυ- ρῶν, οἱ δὲ ἄνδρες ἐν τάξει προβαλλόμενοι προῆγον. οἱ δὲ πολέμιοι καταπλαγέντες τὴν τάξιν αὐτῶν καὶ τὴν τόλμαν ἔφευγον. οἱ δὲ Ἰφικράτειοί τινας μὲν διώξαντες ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν καὶ λείαν πολλὴν περιελάσαντες καὶ ταύτην ἐς τὰς ναῦς ἐμβα- λόμενοι στρατόπεδον ἐπὶ τῆς γῆς κατεστήσαντο.