Ancient Greek · ~1 min
BIBAION TPITON.
Polyaenus, Strategemata 8. APΧINOΣ.
Not analysed yet
Ἀρχῖνος Ἀργείων ὅπλα ποιουμένων δημοσίᾳ πᾶσι τοῖς πολίταις ἐπιμελητὴς τῶν ἐργαζομένων ἀποδειχθεὶς, καινὸν ὅπλον ἑκάστῳ τῶν πολιτῶν διδοὺς τὸ παλαιὸν ἐλάμβανεν ὡς ἀναθήσων τοῖς θεοῖς· καὶ γὰρ οὕτως ἦν τοῖς Ἀργείοις δεδογμένον. ἐπεὶ δὲ τὰ παλαιὰ πάντων ὅπλα μόνος ἤθροισεν, ὁπλίσας ξένους καὶ μετοίκους καὶ ἀτίμους καὶ πένητας τὴν Ἀργείων τυραν- νίδα κατέσχεν.