Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 9. IΣIΔΑΣ.
Not analysed yet
Ἰσίδας ὁ Λάκων μετὰ τὴν περὶ Λεῦκτρα συμφο- ρὰν Γύθειον, τὸ τῆς Σπάρτης ἐπίνειον, Θηβαίων ἔμφρουρον ποιησάντων, ἑκατὸν ἡλικιῶώτας κοινωνοὺς προσλαβῶών λίπα τε ἐποίησεν αὐτοὺς ἀλείψασθαι καὶ στεφάνους ἐλαίας περιθέσθαι καὶ ξίφος ὑπὸ μάλης ἔχοντας ἕπεσθαι. αὐτὸς μὲν δὴ γυμνὸς ἐξῆλθε δρόμῳ πολλῷ· οἱ δὲ ἡλικιῶται γυμνοὶ συνέθεον. τῶν δὲ Θθηβαίων ὑπὸ τοῦ σχήματος ἀπατηθέντων καὶ γυμνοὺς καὶ παίζοντας δεξαμένων οἱ Λάκωνες τὰ ξίφη σπάκα- μένοι τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ ἐξέβαλον καὶ τὸ Γύθιον αὐτοὶ κατέσχον.