Ancient Greek · ~2 min
Book 11, ιϝ. ρες ιταλιαε
Polybius, Ἱστορίαι 11-2
Not analysed yet
ὅτι φησὶν ὁ Πολύβιος, τί γὰρ ὄφελός ἐστι τοῖς ἀναγινώσκουσι διεξιέναι πολέμους καὶ μάχας καὶ πόλεων ἐξανδραποδισμοὺς καὶ πολιορκίας, εἰ μὴ τὰς αἰτίας ἐπιγνώσονται, παρʼ ἃς ἐν ἑκάστοις οἱ μὲν κατώρθωσαν, οἱ δʼ ἐσφάλησαν; τὰ γὰρ τέλη τῶν πράξεων ψυγαγωγεῖ μόνον τοὺς ἀκούοντας, αἱ δὲ πρόσθεν διαλήψεις τῶν ἐπιβαλλομένων ἐξεταζόμεναι δεόντως ὠφελοῦσι τοὺς φιλομαθοῦντας. μάλιστα δὲ πάντων ὁ κατὰ μέρος χειρισμὸς ἑκάστων ἐπιδεικνύμενος ἐπανορθοῖ τοὺς συνεφιστάνοντας. —