Ancient Greek · ~2 min
Book 12, ι. ρες αφριξαε
Polybius, Ἱστορίαι 12
Not analysed yet
Πολύβιος Βυζακίδα χώραν εἶναί φησι περὶ τὰς Σύρτεις ἐν δωδεκάτῳ· "σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής." Ἱππών, Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ. Σίγγα, πόλις, Λιβύης, ὡς Πολύβιος δωδεκάτῳ. Τάβρακα, πόλις Λιβύης. Πολύβιος δωδεκάτῳ. χαλκεῖα, πόλις Λιβύης· ὁ πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης· ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει· "ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν Χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα."