Ancient Greek
1.254.7
Polyclitus Phil., Testimonia 1.254.7
Unproofread scanNot analysed yet
3. GALEN. de temper. I 9 [I 566 K.] ἡ μὲν δὴ μέθοδος ἦδε. τὸ δ᾿ ἀσκήσαι γνωρίζειν ἐτοίμως ἐν ἑκάστῳ γένει ζῴου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον οὐ τοῦ τυγχόντος ἀνδρός, ἀλλ᾿ ἐσχατῶς ἐστὶ φιλοπόνου καὶ διὰ μακρὰς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἀπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται καὶ γραφεῖς καὶ ἀνδριαντοποιοὶ τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσι τε καὶ πλάττουσι καθ᾿ ἕκαστον εἶδος, οἷον ἀνθρώπων εὐμορφότατον ἢ ἵππον ἢ βοῦν ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνοις