Ancient Greek · ~2 min
13
Polystratus, P.Herc. 336, 336/1150, 1150 13
Not analysed yet
ἐνδεικνύμενος περὶ τοῦ πότερον δυνατὸν ἢ οὐ δυνατὸν ὑπάρχειν ἐν τῆι φύσει τὰς τοιαύτας δυνάμεις οἷαι παραδέδονται, ἢ καὶ τὸν θεὸν συντελεῖν ταῦτα κατὰ βούλησιν, λύει. ἤτοι γὰρ ἀνάγκη ἐν αὐτοῖς τοῖς πράγμασιν τὰς τούτων ἁμαρτίας ὑπάρχειν φύσει ρ ε ς λ λ των κα επε ω η πτ τ δ ε ικ νι παρὰ τὴν ἐξ ἐκείνων αἰτίαν καὶ βούλησιν συντελεῖσθαι, ἢ τὰ μὲν οὕτωι, τὰ δ' οὕτωι. περὶ τούτων ου ἐπισκεπτέον οὐ συλλογισμοὺς ἢ ἐπαγωγὰς περαίνοντας οὐδὲ ῥησικοποῦντας οὐδ' ἄλλως πως