Ancient Greek
Section 2
Porphyrius, Ad Marcellam 2
Not analysed yet
τούτων οὖν χάριν οὐδενὸς κοινωνὸν ἕτερον τοῦ βίου πεποίηκα, διττῆς δὲ μᾶλλον ἕνεκα εὐλόγου αἰτίας. μιᾶς μέν, καθʼ ἣν ἀπομειλίξασθαι κρίνας τοὺς γε- νεθλίους θεούς κατὰ τὸν ἐν τῷ δεσμωτηρίῳ Σωκρά- την, δημιώδη μουσικὴν πρὸ τῆς ἐν φιλοσοφίᾳ συνή- θους ἐνεργείας διαθεῖναι ἑλόμενον, ἀσφαλείας ἕνεκα τῆς ἐκ τοῦ βίου ἀπαλλαγῆς· οὑτωσὶ γὰρ καὶ αὐτὸς ἀπομειλιττόμενος τούς ἐν τῇ κωμῳδοτραγῳδίᾳ προ- στάτας δαίμονας τὸν γαμικὸν ὕμνον ἀγωνίσασθαι οὐκ ὤκνησα ἀσμενέστατα, καὶ πλήθει τῶν σῶν τέκνων συντυχὼν καὶ τῇ προσούσῃ περισκελείᾳ τῶν ἀναγ- καίων τῇ τε πονηρίᾳ τῶν ἐνυβρισάντων. οὐδὲν γὰρ παρεῖται τῶν εἰς τὸ δρᾶμα συμβαίνειν εἰωθότων, οὐ ζηλοτυπία, οὐ μῖσος, οὐ γέλως, οὐ διαπληκτισμός τε καὶ ὀργαί· πλήν γε ὅτι οὐ περὶ ἡμὰς, περὶ δὲ τούς ἄλλους ὑπουργοῦντας τοῖς δαίμοσι τουτὶ τὸ θέατρον ἡμεῖς ὑπεκρίθημεν.