Ancient Greek
Section 20
Porphyrius, Ad Marcellam 20
Not analysed yet
ἐὰν οὖν ἀεὶ μνημονεύῃς ὅτι ὅπου ἂν ἡ ψυχή σου περιπατῇ καὶ τὸ σῶμα ἐνεργὸν ἀποτελῇ, θεὸς παρέ- στηκεν ἔφορος ἐν πάσαις σου ταῖς βουλαῖς καὶ ταῖς πράξεσιν, αἰδεσθήσῃ μὲν τοῦ θεωροῦ τὸ ἄληστον, ἕξεις δὲ τὸν θεὸν σύνοικον. κἂν τὸ στόμα οὖν σου πρόφασίν τινα πράγματος ἄλλου του διαλέγηται, μετὰ τῆς γνώμης τὸ φρόνημα τετράφθω πρὸς τὸν θεόν. οὕτως γάρ σοι καὶ ὁ λόγος ἔνθεος ἔσται διὰ φωτὸς τοῦ θεοῦ τῆς ἀληθείας λαμπρυνόμενος καὶ ῥᾷον προχωρῶν. θεοῦ γὰρ γνῶσις ποιεῖ βραχύν λό- γον.