Ancient Greek
Dfhg-Source dfhg3_PORPHYRIUS_TYRIUS
Porphyrius, Chronica 6.1
Not analysed yet
15. [Syncell. p. 290, D: Οὗτος ὁ Δημήτριος ὑπὸ Σελεύκου τοῦ πατρὸς δοθεὶς ὅμηρος εἰς Ῥώμην, φυγῶν εἰς Τρίπολιν Φοινίκης ἐν ἡμέραις* παρεγένετο, καὶ ἐπελθῶν Λυσίαν τε ἐπίτροπον Ἀντιόχου τοῦ παιδὸς ἀναιρεῖ καὶ αὐτὸν Ἀντίοχον, παραδόξως ἐν ταῖς ὅλαις (ἐν ὀλίγαις̣) ἡμέραις τοσαύτην κατακτησάμενος ἀρχήν. Κατὰ τούτου Πτολεμαῖός τε συμμαχεῖ Ἀλεξάνδρῳ διὰ μισθοφόρων ξένων καὶ Ἄτταλος ὁ Περγάμου βασιλεὺς ὁ καὶ κατάγων αὐτόν· πρὸς ὃν ἀντιταττόμενος ὁ Δημήτριος τελευτᾷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ κρατεῖ τῆς Συρίας Ἀλέξανδρος ὁ ὑποτεταγμένος ἔτη εʹ, καὶ ἀναιρεῖται πολεμῶν τῷ Πτολεμαίῳ κατὰ τὴν Ἀντιόχειαν κατάγοντι τὸν Δημήτριον ἐπὶ τὴν βασιλείαν Συρίας· συμπίπτει δὲ καὶ ὁ Πολεμαῖος καὶ μετ ̓ οὐ πολὺν χρόνον θνήσκει.] 17. [Cf. Syncell. p. 392, C: Τοῦ Ἀλεξάνδρου τούτου τοῦ προρηθέντος υἱοῦ Ἀντιόχου τοῦ Ἐπιφάνους πεσόντος ἐν τῇ πρὸς Πτολεμαῖον μάχῃ μερίζεται ἡ τῆς Συρίας ἀρχὴ εἴς τε Δημήτριον τὸν τοῦ Δημητρίου υἱὸν ὁρμώμενον ἐκ τῆς Σελευκίας καὶ εἰς τὸν υἱὸν Ἀλεξάνδρου ὁρμώμενον ἐκ Συρίας καὶ Ἀντιοχείας Ἀντίοχον. Ἀλλὰ τοῦτον ὁ Δημητρίου Δημήτριος τάχιστα νικήσας χειροῦται τὴν ἀρχὴν ἔτη γʹ· ὅθεν καὶ Νικάνωρ ἐκλήθη. Στρατεύσας δὲ ἐπ ̓ Ἀρσάκην εἰς Βαβυλῶνα αἰχμάλωτος γίνεται ὑπὸ Ἀρσάκου καὶ εἰς τὴν Παρθικὴν ἀναχθεὶς ἐφρουρεῖτο σιδηρωθείς· ὅθεν καὶ Σιδηρίτης ἐλέγετο ὕστερον.] (Cod. fol. 193)** κῆσαι αἰχμάλωτον βασιλικῶς ἐφύλαττεν. 19. Ἦν Ἀντιόχῳ** καὶ τοῦ Σελεύκου τούτου νεώτερος υἱὸς ὁ Ἀντίοχος ὁ ἐν Κυζίκῳ παρὰ Κρατερῷ τῷ εὐνούχῳ τρεφόμενος διὰ δέος τοῦ Δημητρίου, ὃς διὰ τούτου Κυζικηνὸς ἐπεκλήθη. 20. Ὁ τοίνυν Δημήτριος ἀπολυθεὶς ὑπὸ τοῦ Ἀρσάκου, ὡς εἴρηται, καὶ κατελθὼν, βασιλεύει. Πτολεμαῖος δὲ ἀγανακτήσας, ὅτι τῷ Πηλουσίῳ προσέβαλεν ὁ Δημήτριος, ἅτε τῶν κατ ̓ Αἴγυπτον πραγμάτων ἐχόμενος, πέμπει βασιλέα τῇς Ἀσίας Ἀλέξανδρον, ὡς υἱὸν Ἀλεξάνδρου, ὃς διὰ τὸ ὡς ἀγοραστὸς εἶναι νενομίσθαι τοῦ Πτολεμαίου, Ζαβινᾶς ἐπεκλήθη πρὸς τῶν Σύρων. Συμβολῆς δὲ περὶ Δαμασκὸν γενομένης, ἡττηθεὶς ὁ Δημήτριος Φεύγει εἰς Τύρον, κἀκεῖ κωλυόμενος εἰσελθεῖν, πλοίῳ ἐπιβὰς κατεκόπη, βασιλεύσας πρὸ μὲν τῆς αἰχμαλωσίας ἔτη τρία, μετὰ δὲ τὴν κάθοδον ἔτη δʹ. 21. Διαδέχεται δὲ τὸν Δημήτριον Σέλευκος ὁ υἱὸς, καὶ εὐθὺς ἐκ διαβολῆς τῆς μητρὸς ἀποθνήσκει. Ἀντίοχος δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος παραλαμβάνει τὰ πράγματα τῆς εἰκοστῆς ἑξηκοστῆς τετάρτης Ὀλυμπιάδος ἔτει δευτέρῳ, καὶ τρίτῳ ἔτει νικᾷ τὸν Ζαβινᾶν. Ὁ δὲ τὴν ἧτταν μὴ ἐνέγκας φαρμάκῳ ἑαυτὸν διεχρήσατο. Βασιλεύει δὲ ἔτη ιαʹ, ἄχρι τοῦ τετάρτου ἔτους τῆς ἑκατοστῆς ἑξηκοστῆς ἕκτης Ὀλυμπιάδος. Συναριθμεῖται γὰρ ὁ τοῦ ἀδελφοῦ αὐτοῦ Σελεύκου ἐνιαυτὸς τῆς ἀρχῆς εἰς τοῦτον. Ἐκαλεῖτο δὲ Γρυπὸς καὶ Φιλομήτωρ. Κατιόντι δὲ τῷ ὁμομητρίῳ ἀδελφῷ Ἀντιόχῳ (ἀγιτράχω cod.) καὶ ἀνεψιῷ τὰ ἐκ πατρὸς, τῷ ἐπικληθέντι Κυζικηνῷ, περὶ οὗ πρὸ ὀλίγου εἰρήκαμεν, ἐκχωρεῖ τῆς ἀρχῆς ἀπελθὼν εἰς τὴν Ἄσπενδον, ὅθεν καὶ Ἀσπένδιος ἐκλήθη ὁ αὐτὸς καὶ Γρυπὸς καὶ Φιλομήτωρ ἐπικαλούμενος. 23. Τοῦ τοίνυν Ἀντιόχου εἰς τὴν Ἄσπενδον ἐκχωρήσαντος, ἄρχει ἀπὸ τῆς ρξζʹ Ὀλυμπιάδος ἔτους τοῦ πρώτου ὁ Κυζικηνὸς Ἀντίοχος. Τῷ δὲ δευτέρῳ ἔτει τῆς αὐτῆς Ὀλυμπιάδος κάτεισι πάλιν ἀπὸ τῆς Ἀσπένδου ὁ Ἀντίοχος· καὶ κρατεῖ μὲν αὐτὸς τῆς Συρίας, ὁ δὲ Κυζικηνὸς τῆς Κοίλης. Διαιρεθείσης δὲ τῆς ἀρχῆς, ὁ μὲν Γρυπὸς παρατείνει ἄχρι τῆς ἑκατοστῆς Ὀλυμπιάδος τοῦ τετάρτου ἔτους, ἔτη μετὰ τὴν κάθοδον ἐπιζήσας δεκαπέντε, ὡς ἄρξαι τὰ πάντα εἴκοσι ἕξ, ἕνδεκα μὲν καθ ̓ ἑαυτὸν, πεντεκαίδεκα δὲ τῆς ἀρχῆς διῃρημένης. 23. Ὁ δὲ Κυζικηνὸς κρατήσας ἀπὸ τῆς ρξζʹ ἔτους πρώτου τελευτᾷ ἔτει πρώτῳ τῆς ροαʹ Ὀλυμπιάδος, βασιλεύσας μὲν ἔτη ιηʹ, βιοὺς δὲ τὰ πάντα ἔτη νʹ. Τελευτᾷ δὲ τοῦτον τὸν τρόπον. Ἀποθανόντος γὰρ τοῦ Γρυποῦ Ἀντιόχου κατὰ τὸν εἰρημένον χρόνον, Σέλευκος ὁ τούτου παῖς ἐπελθὼν μετὰ δυνάμ(??)ς παλλὰς πόλεις προσηγάγετο. Ἀντἴοχος δὲ ὁ Κυζικηνὸς προσαγαγὼν ἐκ τῆς Ἀντιοχείας τὴν δύναμιν, καὶ παραταξάμενος, ἐνικήθη· ἐξενεχθεὶς δ ̓ ὑκὸ τοῦ ἵππου αὐτοῦ πρὸς τοὺς πολεμίους, καὶ μέλλων συλλαμβάνεσθαι, ἑαυτὸν ἀπέσφαξε. Τῆς δὲ βασιλείας ὁ Σέλευκος ἐγκρατὴς γενόμενος παρέλαβε τὴν Ἀντιόχειαν. 24. Πρὸς δὲ τοῦτον ἐπολέμει τοῦ Κυζικηνοῦ υἱὸς γενόμενος Ἀντίοχος. Γενομένης δὲ μάχης ἐν τῇ Κιλικίᾳ περὶ πόλιν τὴν ὀνομαζομένην Μοψουεστίαν, ἐνίκησεν ὁ Ἀντίοχος. Σέλευκος δὲ φυγὼν εἰς τὴν πόλιν, καὶ πυθόμενος τοὺς ἐγχωρίους, ὅτι διεγνώκασιν αὐτὸν ζῶντα κατακαῦσαι, φθάσας ἑαυτὸν ἀπέσφαξεν. 25. Οἱ δὲ ἀδελφοὶ αὐτοῦ οἱ κληθέντες Δίδυμοι, Ἀντίοχός τε καὶ Φίλιππος, ἐπιφανέντες μετὰ δυνάμεως καὶ τὴν πόλιν βίᾳ χειρωσάμενοι μετῆλθον τὴν ἀπώλειαν τοῦ ἀδελφοῦ, κατασκάψαντες τὴν πόλιν. Ἐπελθὲν δὲ ὁ τοῦ Κυζικηνοῦ υἱὸς μάχῃ αὐτοὺς νικᾷ. Καὶ τούτων Ἀντίοχος μὲν ὁ τοῦ Σελεύκου ἀδελφὸς ἀπὸ τῆς μάχης ἐλαύνων τὸν ἵππον καὶ καταφυγὼν εἰς τὸν Ὀρόντην, ὑπὸ τοῦ ῥείθρου κατεφθάρη. 26. Λοιπῶν δὲ ὄντων τῶν ἀμφισβητούντων περὶ τῆς βασιλείας Φιλίππου, τοῦ Σελεύκου μὲν ἀδελφοῦ, υἰοῦ δὲ τοῦ Γρυποῦ Ἀντιόχου, Ἀντιόχου δὲ τοῦ παιδὸς τοῦ Κυζικηνοῦ, ἀπὸ τρίτου ἔτους τῆς ροά Ὀλυμπιάδος ἀρξάμενοι καὶ δυνάμεις ἀξιολόγους ἔχοντες καὶ μέρους τῆς Συρίας ἐπικρατοῦντες, διεπολέμουν πρὸς ἀλλήλους περὶ τῆς Συρίας. Καὶ ἡττηθεὶς ὁ Ἀντίοχος εἰς Πάρθους ἀπέφυγε, καὶ ὕστερον Πομπηίῳ ἑαυτὸν ἐνεχείρισεν, ὡς ὑπ ̓ αὐτοῦ καταχθησόμενος εἰς τὴν Συρίαν. Ὁ δὲ λαβὼν παρὰ τῶν Ἀντιοχέων χρήματα, τοῦ μὲν οὐκ ἐφρόντισεν, αὐτόνομον δὲ τὴν πόλιν εἴασε. Πεμψάντων δὲ ἐπ ̓ αὐτὸν (Scal. ,αὐτοὺς cod.) Μενέλαον καὶ Λάμπωνα καὶ Καλλίμανδρον Ἀλεξανδρέων, ὅπως, Πτολεμαίου τοῦ Διονύσου τῆς Ἀλεξανδρείας ἐκστάντος, αὐτὸς ἐλθὼν τῆς Αἰγύπτου βασιλεύσῃ μετὰ τῶν θυγατέρων τοῦ Πτολεμαίου, νόσῳ συσχεθεὶς ἐτελεύτησε. 27. Καταλύεται δὲ καὶ Φίλιππος ὁ τοῦ Γρυποῦ καὶ Τρυφαίνης τῆς Πτολεμαίου τοῦ ὀγδόου υἱὸς ὁ προειρημένος· καὶ κατιέναι θέλοντα αὐτὸν εἰς τὴν Αἴγυπτον (μετεπέμψαντο γὰρ καὶ τοῦτον τότε οἱ Ἀλεξανδρεῖς ἐπὶ τὴν ἀρχήν) Γαβίνιος ὁ τῆς Συρίας ἄρχων Ῥωμαῖος, ἔπαρχος ὢν τοῦ Πομπηίου, ἐπέσχε. Καὶ οὕτως ἡ βασιλικὴ διαδοχὴ ἡ κατὰ Συρίαν ἄχρι τούτων φθάσασα κατελύθη. 28. Εἰσὶν οὖν ἐφεξῆς Ἀσίας καὶ τῆς Συρίας βασιλεῖς οἵδε· αʹ. Ἀντίγονος ἐβασίλευσε τῆς Ἀσίας ἔτη ιηʹ. βʹ. Δημήτριος ὁ Πολιορκητὴς τῶν τε ἄνω τόπων καὶ Συρίας ἔτη ιζʹ. γʹ. Σέλευκος ὁ Νικάτωρ ἔτη λβʹ. δʹ. Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιθʹ. εʹ. Ἀντίοχος ὁ Θεὸς ἔτη ιεʹ. ςʹ. Σέλευκος ὁ Καλλίνικος ἔτη καʹ. ζʹ. Σέλευκος ὁ Κεραυνὸς ἔτη γʹ. ηʹ. Ἀντίοχος ὁ Μέγας ἔτη λςʹ. θʹ. Σέλευκος ὁ Φιλοπάτωρ ἔτη ιβʹ. ιʹ. Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ιαʹ. ιαʹ. Ἀντίοχος ὁ Εὐπάτωρ ἔτος αʹ, μῆνας ςʹ. ιβʹ. Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιβʹ. ιγʹ. Ἀλέξανδρος ἔτη ιεʹ (leg. εʹ). ιδʹ. Δημήτριος Δημητρίου ἔτη γʹ. ιεʹ. Ἀντίοχος ὁ Σιδήτης ἔτη θʹ. ιςʹ. Δημήτριος αὖθις ἔτη δʹ. ιζʹ. Ἀντίοχος ὁ Γρυπὸς ἔτη κςʹ. ιηʹ. Ἀντίοχος ὁ Κυζικηνὸς ἔτη ιηʹ. ιθʹ. Φίλιππος ὁ τοῦ Γρυποῦ ἔτη βʹ [leg. ιβʹ], ἐφ ̓ οὗ ἡ κατὰ Συρίαν ἀρχὴ κατελύθη. Συνάγεται οὖν ὁ τῆς βασιλείας τῆς ὑπὸ Μακεδόνων χρόνος ἀπὸ μὲν τοῦ Ἀντιγόνου εἰς ἔτη σοδʹ, ἀπὸ δὲ Σελεύκου τοῦ Νικάτορος ἔτη σλθʹ.