Ancient Greek
Dfhg-Source dfhg3_PORPHYRIUS_TYRIUS
Porphyrius, Chronica 7.1
Not analysed yet
Οἱ μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα Αἰγύπτου καὶ Ἀλεξανδρείας βασιλεύσαντες. Ἀπὸ τῆς Πορφυρίου γραφῆς. Τελευτᾷ μὲν Ἀλέξανδρος ὁ Μακεδὼν ἐπὶ τῆς ἑκατοστῆς τεσσαρεσκαιδεκάτης Ὀλυμπιάδος, ἄρξας ἔτη τὰ σύμπαντα δώδεκα. Διαδέχεται δὲ τὴν βασιλείαν Ἀριδαῖος ὁ μετονομασθεὶς Φίλιππος, ἀδελφὸς ὢν Ἀλεξάνδρου οὐχ ὁμομήτριος· γέγονε γὰρ ἐκ Φιλίννης τῆς Λαρισσαίας τῷ Φιλίππῳ. Βασιλεύει δὲ ἐπὶ ἔτεσιν ζʹ, καὶ ἀναιρεῖται ἐν τῇ Μακεδονίᾳ διὰ Πολυσπέρχοντος τοῦ Ἀντιπάτρου (1) υἱοῦ. Πτολεμαῖος δὲ ὁ Ἀρσινόης καὶ Λάγου υἱὸς μετ ̓ ἐνιαυτὸν(2) [καὶ διὰ] τῆς εἰς Φίλιππον ἀναγεγραμμένης ἡγεμονίας σατράπης εἰς Αἴγυπτον πέμπεται. Καὶ σατραπεύει μὲν τὰ πρῶτα ἔτη ζʹ καὶ δέκα, βασιλεύει δὲ ἔτη τρία καὶ εἴκοσιν, ὥστε τὰ πάντα μʹ λογίζεσθαι αὐτῷ ἄχρι τῆς τελευτῆς. Ἐπεὶ δὲ δῶν ἔτι τῆς ἀρχῆς παρεχώρησε τῷ Πτολεμαίῳ τῷ ἐπικληθέντι Φιλαδέλφῳ, δύο ἔτη ἐπέζησε τῷ παιδὶ τὴν ἀρχὴν διαδεξαμένῳ· οὐκέτι δὴ τεσσαράκοντα, τριάκοντα δὲ καὶ ὀκτὼ τὰ τοῦ πρώτου Πτολεμαίου, ὃν Σωτῆρα ἐπεκάλουν, λογίζονται. Τοῦτον διαδέχεται Πτολεμαῖος ὁ υἱὸς ὁ ἐπικληθεὶς, ὡς ἔφαμεν, Φιλάδελφος. Καὶ ζῶντος μὲν ἔτι τοῦ πατρὸς, δύο πληροῖ τῆς βασιλείας ἔτη, ἀποθανόντος δὲ, [ἓξ] (vox deest in codl; ὀκτὼ dedit Scal.) καὶ τριάκοντα. Ὡς καὶ τούτῳ ὀκτὼ καὶ τριάκοντα τοὺς τὴς βασιλείας ἐνιαυτοὺς ἴσους τοῖς τοῦ πατρὸς ἀποδίδοσθαι. Τοῦτον διαδέχεται τρίτος Πτολεμαῖος ὁ ἐπικληθεὶς Εὐεργέτης, καὶ βασιλεύει ἔτη πέντε καὶ εἴκοσι (3). Ὄν ὁ τέταρτος διαδέχεται Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ, καὶ βασιλεύει ἔτεσιν ὅλοις ἑπτακαίδεκα (4). Ὁ δὲ μετ ̓ αὐτὸν πέμπτος Πτολεμαῖος, Ἐπιφανὴς μὲν ἐπεκλήθη, βασιλεύει δὲ τέσσαρσι καὶ εἴκοσι ἔτεσιν(5). 2. Τούτου παῖδες δύο Πτολεμαῖοι μετ ̓ αὐτὸν τὴν ἀρχὴν διαδεξάμενοι, ὅ τε πρεσβύτερος ὁ κατ ̓ ἐπίκλησιν Φιλομήτωρ, καὶ ὁ νεώτερος ὁ ἐπικαλούμενος Εὐεργέτης δεύτερος. Ἀμφοῖν δὲ ἔτη τέσσαρα καὶ ἑξήκοντα (ι) λογίζονται. Ὑφ ̓ ἓν γὰρ τὸν ἀριθμὸν αὐτῶν ἐτάξαμεν, ὅτι διαστασιαζόντων πρὸς ἀλλήλους καὶ ἐναλλὰξ βασιλευόντων, σύγχυσις περὶ τοὺς χρόνους γέγονεν. Ἄρχει μὲν γὰρ ὁ Φιλομήτωρ πρότερος ἔτεσιν ἕνδεκα μόνος. Ἀντιόχου (2) δ ̓ ἐπιστρατεύσαντος Αἰγύπτῳ, καὶ περιελόντος αὐτοῦ τὸ διάδημα, οἱ Ἀλεξανδρεῖς τῷ νεωτέρῳ ἐπέτρεψαν τὰ πράγματα, καὶ διώξαντες Ἀντίοχον ἐρρύσαντο τὸν Φιλομήτορα, καὶ ἐχρημάτισεν αὐτοῖς [ἔτος] Φιλομήτορος [μὲν] ιβʹ (ιςʹ Scal.) ,Εὐεργέτου δὲ αʹ (3). Ὁμονοοῦσι δὲ ἄχρι τοῦ ἑπτακαιδεκάτου. Ἀπὸ δὲ τοῦ ὀκτωκαιδεκάτου μόνου χρηματίζει τοῦ φιλομήτορος. Ἀφαιρεθέντα γὰρ τῆς ἀρχῆς τὸν πρεσβύτερον ὑπὸ τοῦ νεωτέρου κατάγουσι Ῥωμαῖοι. Καὶ ἄρχει μὲν αὐτὸς τῆς Αἰγύπτου, τῷ δὲ ἀδελφῷ τῆς Λιβύης τὴν ἀρχὴν ἐγχειρίζει, καὶ μόνος ἄρχει δεκαοκτώ. Ἀποθανόντος δὲ ἐν Συρίᾳ (καὶ γὰρ καὶ ἐκείνων ἐγκρατὴς ἦν τῶν τόπων) μετακληθεὶς ἐκ Κυρήνης ὁ Εὐεργέτης, καὶ βασιλεὺς ἀναγορευθεὶς, τὰ ἔτη αὑτοῦ ἀναγράφει ἀφ ̓ οὗ πρῶτον βασιλεὺς ἐνομίσθη, ὡς δοκεῖν μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτὴν ἄρξαντα αὐτὸν ἔτεσιν εἴκοσι πέντε ἀνατιθέναι ἑαυτῷ τέσσαρα καὶ πεντήκοντα. Τὸ γὰρ τριακοστὸν ἕκτον τοῦ Φιλομήτορος, δέον προσαγορεύεσθαι τῆς τούτου βασιλείας πρῶτον, αὐτὸς εἰκοστὸν πέμπτον προσέταξε γράφεσθαι. Καὶ οὕτως ἀμφοτέρων μὲν ἑξήκοντα τέσσαρα, τοῦ μὲν Φιλομήτορος λεʹ, τὰ δ ̓ ὑπολειπόμενα τοῦ Εὐεργέτου. Ἡ δ ̓ ὑποδιαίρεσις ἐν τοῖς κατὰ μέρος ποιεῖ πλάνην. 3. Πτολεμαίου δὲ τοῦ δευτέρου Εὐεργέτου ἐκ Κλεοπάτρας γίνονται υἱοὶ δύο Πτολεμαῖοι καλούμενοι. Ὧν ὁ μὲν πρεσβύτερος Σωτὴρ ἐπεκαλεῖτο, ὁ δὲ νεώτερος Ἀλέξανδρος. Βασιλεύει δὲ πρότερος (Ι) ὁ πρεσβύτερος ὑπὸ τῆς μητρὸς ἀναδειχθείς. Δοκῶν δὲ αὐτῇ εἶναι πειθήνιος, ἄχρι μέν τινος ἠγαπᾶτο. Ἐπεὶ δὲ κατὰ τὸ δέκατον ἔτος τῆς ἀρχῆς τοὺς φίλους τῶν γονέων ἀπέσφαξεν, ὑπὸ τῆς μητρὸς διὰ τὴν ὠμότητα τῆς ἀρχῆς καθῃρέθη, καὶ εἰς Κύπρον ἐφυγαδεύθη. Τὸν δὲ νεώτερον ἡ μήτηρ ἐκ Πηλουσίου (2) μεταπεμψαμένη Βασιλέα ἀπέδειξε σὺν ἑαυτῇ. Συνεβασίλευεν οὖν ὁ νεώτερος τῇ μητρὶ, τῶν χρηματισμῶν ἀναφερομένων εἰς ἀμφοτέρους. Καὶ ἑνδέκατον μὲν Κλεοπάτρας ἀνηγορεύθη, ὄγδοον δὲ Πτολεμαίου Ἀλεξάνδρου. Συνανέλαβε γὰρ ἀπὸ τοῦ τετάρτου ἔτους τῆς τοῦ ἀδελφοῦ βασιλείας εἰς ἑαυτὸν τοὺς χρόνους ἀφ ̓ οὗ τῆς Κύπρου ἐβασίλευσε. Καὶ τοῦτο ζώσης τῆς Κλεοπάτρας τὸ ἔθος (ἔτος cod.) περιῆν· εἰς μόνον δὲ ἤρξατο μετατίθεσθαι τὸν Ἀλέξανδρον μετὰ τὸν ἐκείνης θάνατον τὰ συμβόλαια (3). Ὀκτωκαίδεκα τοὺς πάντας ἀντιλαβόμενος τῶν σκήπτρων ἐνιαυτοὺς, ἀφ ̓ οὗ κατῆλθεν εἰς Ἀλεξάνδρειαν, ἓξ καὶ εἴκοσι βεβασιλευκὼς ἐχρημάτισε· τῷ δὲ ἐννεακαιδεκάτῳ τοῖς στρατεύμασιν (4) ὀργισθεὶς ἐξῆλθε συλλέξων ἐπ ̓ αὐτοὺς δύναμιν εἰς Αἴγυπτον. Οἱ δ ̓ ἐπιδιώξαντες, ἡγουμένου Πύρρου (Τύρρου Scal.) συγγενοῦς τῶν βασιλέων, κατεναυμάχησαν αὐτὸν, καὶ φεύγειν ἠνάγκασαν μετὰ γυναικὸς καὶ θυγατρὸς τῆς Λυκίας εἰς πόλιν Μύραν· ὅθεν εἰς Κύπρον μεταπηδήσας, καὶ καταπολεμηθεὶς ὑπὸ ναυάρχου Χαιρέου, θνήσκει. 4. Μετὰ δὲ τὴν τούτου φυγὴν, πρὸς τὸν πρεσβύτερον Πτολεμαῖον τὸν Σωτῆρα οἱ Ἀλεξανδρεῖς πρεσβευσάμενοι παραδιδόασι πάλιν τὴν βασιλείαν αὐτῷ ἐκ Κύπρου καταπλεύσαντι (Ι). Διαγενομένων δὲ ἄλλων ἐτῶν ἑπτὰ πρὸς μησὶν ἓξ (τοσαῦτα γὰρ ἐπίζησε μετὰ τὴν κάθοδον), ὁ πᾶς χρόνος ὁ μετὰ τὴν τοῦ πατρὸς ἀμφοτέρων θάνατον εἰς τοῦτον ἀναφέρεται, τὸν μὲν ἀριθμὸν σώζων λεʹ ἐνιαυτῶν πρὸς μησὶν ἓξ, διῳκηκὼς δὲ κατὰ τὴν ἀλήθειαν εἰς μὲν τὸν Σωτῆρα Πτολεμαῖον κατὰ διαφόρους χρόνους δεκαεπτὰ ἔτη καὶ μῆνας ἓξ, εἰς δὲ τὸν δεύτερον, τὸν καὶ Ἀλέξανδρον, τοὺς μέσους, ὧν ἦρξεν ὁ πρεσβύτερος, ἐνιαυτοὺς δεκαοκτὼ, οὕς καίτοι μὴ δυνηθέντες ἐκ τῆς ἀναγραφῆς ἀφανίσαι, τὸ ὅσον ἐφ ̓ ἑαυτοῖς ἀπαλείφουσι, Προσέκρουσε γὰρ αὐτοῖς διά τινας Ἰουδαϊκὰς ἐπικουρίας. Οὐ γὰρ ἀριθμοῦσι τούτους τοὸς χρόνους, τοὺς δὲ πάντας τὰ ἕξ καὶ τριάκοντα ἔτη (2) τῷ πρεσβυτέρῳ προσνέμουσι. (5) Πάλιν τοὺς ἕξ μῆνας τοὺς μετὰ τὸν θάνατον τοῦ πρεσβυτέρου, οἳ συνεπεπλήρουν τὰ τριάκοντα ἓξ ἔτη, μὴ ἀποδόντες Κλεοπάτρᾳ τῇ θυγατρὶ μὲν τοῦ πρεσβυτέρου, γυναικὶ δὲ τοῦ νεωτέρου, ἥτις μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀντελάβετο τῶν πραγμάτων· οὐδὲ γὰρ Ἀλεξάνδρῳ τῷ μετ ̓ αὐτῆς ἡμέρας ρας ἄρξαντι ιθʹ, τὰς ιθʹ ἡμέρας ἀποδιδόασιν. Οὗτος δὲ υἱὸς μὲν ἦν τοῦ νεωτέρου Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου, προγονὸς δὲ Κλεοπάτρας· καταμένων δὲ ἐν Ῥώμῃ, τῆς ἐν Αἰγύπτῳ δυναστείας ἀνδρῶν ἐρήμου γενομένης, μετάκλητος ἦλθεν εἰς τὴν Ἀλεξάνδρειαν, καὶ γήμας τὴν προειρημένην Κλεοπάτραν, παραλαβών τε παρ ̓ ἀκούσης (Ι) τὴν ἐξουσίαν, ἐννεακαίδεκα (2) διαγενομένων ἡμερῶν ἀνεῖλεν αὐτὴν, καὶ αὐτὸς ὑπὸ τῶν ἐνόπλων ἐν τῷ γυμνασίῳ διὰ τὴν μιαιφονίαν συνεχόμενος ἀπώλετο. 6. Τοῦτον τὸν Ἀλέξανδρον διαδέχεται Πτολεμαῖος ὁ ἐπικληθεὶς νέος Διόνυσος (Ι), υἱὸς (2) μὲν ὢν Πτολεμαίου τοῦ Σωτῆρος, ἀδελφὸς δὲ τῆς εἰρημένης Κλεοπάτρας, οὗ τῆς ἀρχῆς ἔτη κθʹ λογίζονται. Τούτου Θυγάνηρ Κλεοπάτρα, ὑστάτη τῆς Λαγιδῶν γενεᾶς, ἧς ἔτη ἐρ(??)θμεῖται τῆς ἀρχῆς δύο καὶ εἴκοσι. Οὐδ ̓ αὐταὶ αἵδε αἱ βασιλεῖαι τὸν εἱρμὸν τῶν χρόνων ἀπ ̓ ἀρχῆς ἄχρι τέλους κατὰ τὸ ἑξῆς ἀναγραφόμενον ἔσχον, ἀλλ ̓ ἐγένετό τις αὐτῶν ἐν ἑκατέρῳ διὰ μέσου παρένθεσις εἰς ἄλλους. Ἐπὶ (τε) γὰρ τοῦ νέου Διονύσου εἰς τὰς αὐτοῦ θυγατέρας, Κλεοπάτραν τὴν καὶ Τρύφαιναν (3) καὶ Βερενίκην, τριετὴς ὡς [εἰς] βεβασιλευκυίας ἀνεγράφη χρόνος, εἰς μὲν ἀμφοτέρας ἐνιαυτὸς εἷς, ἡ δ ̓ ἑξῆς μετὰ τὸν Κλεοπάτρας τῆς καὶ Τρυφαίνης θάνατον διετία εἰς μόνην Βερενίκην, ἕνεκα τοῦ τὸν μὲν Πτολεμαῖον εἰς Ῥώμην ἀπηρκέναι (4), καὶ τοῦτον ἐκεῖ διατετριφέναι τὸν χρόνον, τὰς δὲ θυγατέρας, ὡς οὐκέτ ̓ ἐπανήξοντος τοῦ πατρὸς, ἀντειλῆφθαι τῶν πραγμάτων, συνεπισπωμένης (5) ἑαυτῇ κατὰ[τούτους]χρόνους τῆς Βερενίκης ἄνδρας τινὰς συγγενεῖς τοὺς συνάρξαντας, μέχρι ὅτου παραγενόμενος ὁ Πτολεμαῖος ἀπ ̓ Ῥώμης τῆς μὲν πρὸς τὴν θυγατέρα διαθέσεως ἐπελάθετο, στυγήσας δ ̓ αὐτὴν διὰ τὰ πραχθέντα τοῦ ζῆν ἐστέρησεν. 7. Ἐπεί γε (l. ἐπὶ δὲ) τῆς Κλεοπάτρας τὰ πρῶτα τῆς δυναστείας ἔτη εἰς ἐκείνην τε καὶ τὸν πρεσβύτερον αὐτῆς ἀδελφὸν ἀνενέχθη Πτολεμαῖον, τὰ δ ̓ ἑξῆς εἰς ἑτέρας (I. ἑτέρους), διὰ τοιαύτην αἰτίαν. Τελευτῶν (Ι) ὁ νέος Διόνυσος ἐπὶ παισὶ τέτρασι, Πτολεμαίοις δυσὶ καὶ Κλεοπάτρᾳ καὶ Ἀρσινόῃ, διέταξε τοῖς προγενεστέροις αὀτοῦ παισὶ Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τὴν ἀρχήν. Ὧν συμβασιλευόντων τετραετὴς διεγένετο χρόνος. Καὶ τοῦτο διέμεινεν ἄν καὶ ἐν τοῖς ἑξῆς τὸ ἔθος, εἰ μὴ Πτολεμαῖον παραβάντα τὰς τοῦ πατρὸς ἐντολὰς καὶ μόνον τῆς ἡγεμονίας ἀντιποιεῖσθαι βουλόμενον ἡ μοῖρα τοῦ ζῆς μετέστησεν (2) ἐν Αἰγύπτῳ καταναυμαχηθέντα ὑπὸ Ἰουλίου Καίσαρος Κλεοπάτρᾳ συλλαμβανομένου. 8. Μετὰ δὲ τὴν ἀπώλειαν Πτολεμαίου, ὁ νεώτερος ἀδελφὸς Κλεοπάτρας συνεθρονίσθη τῇ ἀδελφῇ Πτολεμαῖος καλούμενος, γνώμῃ Καίσαρος, καὶ ἐχρημάτισε τὸ πέμπτον ἔτος Κλεοπάτρας τὸ καὶ πρῶτον Πτολεμαίου, καὶ τὰ τούτοις ἑπόμενα, μέχρι τῆς ἀναιρέσεως αὐτοῦ (3), ἄλλα δύο. 9. Τελευτήσαντος δὲ καὶ τούτου ταῖς Κλεοπάτρας ἀπάταις τῷ τετάρτῳ μὲν αὐτοῦ, τῆς δὲ Κλεοπάτρας ὀγδόῳ, ὁ μεταγενέστερος εἰς μόνην Κλεοπάτραν ἀνεγράφη (Ι) χρόνος, ἕως ἐτῶν πεντεκαίδεκα. Τὸ δ ̓ ἑκκαιδέκατον ὠνομάσθη τὸ καὶ πρῶτον, ἐπειδὴ τελευτήσαντος Λυσιμάχου (Λυσανίου mgo Scal.) τῆς ἐν Συρίᾳ Χαλκίδος βασιλέως, Μάρκος Ἀντώνιος ὁ αὐτοκράτωρ τήν τε Χαλκίδα καὶ τοὺς περὶ αὐτὴν τόπους παρέδωκε τῇ Κλεοπάτρᾳ· καὶ ἀπὸ τοῦδε καὶ τὰ τούτων ὕστερα (ἕτερα Sc.) ἔτη μέχρι τοῦ εἰκοστοῦ δευτέρου, ὃ καὶ τελευταῖον ἐγένετο Κλεοπάτρας, κατὰ τὸν αὐτὸν τρόπον προστιθεμένου τοῦ ἀριθμοῦ, ἐγράφετο, ὡς γενέσθαι τὸ δεύτερον καὶ εἰκοστὸν αὐτῆς τὸ καὶ (τὸ κʹ Sc.) ἕβδομον (2). 10. Ἀπὸ δὲ Κλεοπάτρας Ὀκτάουιος Καῖσαρ ὁ καὶ Αὔγουστος τὴν ἀρχὴν διαδέχεται κρατήσας Αἰγύπτου τῇ ἐπ ̓ Ἀκτίῳ μάχῃ, κατὰ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν τετάρτην (deb. Ρπζʹ) Ὀλυμπιάδα, ἐν ἔτει δευτέρῳ. Ἀπὸ τῆς ἑκατοστῆς ἑνδεκάτης (deb. Ριδʹ) Ὀλυμπιάδος ἔτους πρώτου, ἀφ ̓ οὗ Ἀριδαῖος ἱ καὶ Φίλιππος διεδέξατο τὴν ἀρχὴν, τὴν ἑκατοστὴν ὀγδοηκοστὴν τετάρτην Ὀλυμπιάδα, καὶ ταύτης ἔτος δεύτερον, Ὀλυμπιάδες γίνονται ἑβδομήκοντα τρεῖς καὶ ἐνιαυτός. Τούτων ἔτη σ(??)γʹ (Ι). Τοσαῦτα δὲ καὶ ἀριθμεῖται τὰ ἔτη τῶν ἐν Ἀλεξανδρείᾳ βασιλευσάντων ἐπὶ τῆς Κλεοπάτρας τελευτῆς. 11. Οἱ Πτολεμαίων Χρόνοι τῶν μετὰ Ἀλέξανδρον βασιλευσάντων Αἰγύπτου. Ἀλέξανδρος ὁ Μακεδὼν κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκατοστῆς ἑνδεκάτης Ὀλυμπιάδος βασιλεύει, κτίζει τε Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ. Ὁ δὲ τῆς ἀρχῆς αὐτοῦ χρόνος ἔτη ιβʹ, μῆνες ζʹ. Πτολεμαῖος ὁ Λάγου ἔτη μʹ. Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη ληʹ. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ (deb. κεʹ, ut supra.) Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη καʹ (deb. ιζʹ ut supra). Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ. Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λαʹ (deb. λεʹ, utsupr.) Πτολεμαῖος ὁ νεώτερος Εὐεργέτης ἔτη κθʹ. Πτολεμαῖος (ὁ Φύσκων), ὁ καὶ Σωτὴρ, ἔτη ιςʹ (l. ιζʹ), μῆνας ςʹ (deb. ἔτη ιʹ). Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος, ἐξωσθέντος [ὑπὸ τῆς]μητρὸς τοῦ πατρὸς (deb. Ἀδελφοῦ) αὐτοῦ, ἔτη**. Πτολεμαῖος ὁ Φιλάδελφος κατελθὼν ἀπὸ τῆς φυγῆς, ἐξωσθέντος τοῦ Ἀλεξάνδρου, ἔτη ηʹ. Πτολεμαῖος ὁ Διόνυσος ἔτη λʹ. Πτολεμαίου θηγάτηρ Κλεοπάτρα ἔτη κβʹ. Κατὰ ταύτην Ἰούλιος Καῖσαρ πρῶτος ἐμονάρχησε Ῥωμαίων. Μεθ ̓ ὃν Καῖσαρ Σεβαστὸς Ὀκτάουιος, ὁ καὶ Αὔγουστος, Κλεοπάτραν ἑλὼν καθεῖλε τὴν τῶν Πτολεμαίων ἀρχὴν, οἳ ἐβασίλευσαν ἔτη σ(??)γʹ. Ταῦτα καὶ τὰ παρ ̓ Αἰγυπτίοις.