Ancient Greek · ~8 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 11
Not analysed yet
ὅθεν ἐπειράθησαν βεβαιοτέρως ἀνεῖρξαι τοὺς προχείρως φθείροντας ἀλ- λήλους καὶ τὴν βοήθειαν ἀσθενεστέραν κατασκευά- ζοντας διὰ τὴν τοῦ παρεληλυθότος λήθην. πειρώμε- νοι δὴ τοῦτο δρᾶν τὰς ἔτι μενούσας καὶ νῦν κατὰ πό- λεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολου- θήσαντος τοῦ πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλ- λον ἤδη τοῦ συμφέροντος ἐν τῇ μετʼ ἀλλήλων ἀθροίσει λαμβάνειν αἴσθησιν· ὁμοίως γὰρ εἰς τὴν ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τοὺτου φθορὰν διατηρού- μενον. ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη, τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν, ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως οὐδὲ καθʼ ἕτερον οὐδένα τρόπον λυμαινόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν ἡμῖν. οὐ- δὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ τοῦ νόμου συγκεχωρημένων, ὅπερ οὐκ ἐώμενον λαμβάνειν τὴν ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτʼ ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατηρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγ- καίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς πᾶσαν δὲ ἐκπεσὸν δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν ἔχουσαν τῆς καθ- εστώσης λυμαίνοιτʼ ἄν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετ- έχον, τὸ δὲ μόνον τὴν ἀνεθεἵσαν ἡμῖν ἐκ τῆς γῆς τρο- φὴν καταναλίσκον. διʼ ὅ καὶ παρὰ τὴν αἰτίαν ταύτην οὐδὲ τὰ τοιαῦτα τῶν ζῴων ἐκωλύθη φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν καταλείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἀπλῶς τῶν ἀγρίων προσα- γορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ καταλειπόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἕππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέρων ὀνομαζομένων ζῴων. ὅθεν τὰ μὲν ἄρδην φθεί- ρομεν,τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν.