Ancient Greek · ~3 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 14-2
Not analysed yet
ὅτι δʼ οὐ τῶν εὐπορίστων καὶ εὐδαπάνων τὰ ζῷα, θεωρητέον, εἰς τὸ πολὺ τοῦ γέ- νους ἡμῶν ὁρῶντας. οὐ γὰρ εἴ τινές εἰσι “πολύρρη- νες” καὶ “πολυβοῦται” τῶν ἀνθρώπων, τοῦτο σκε- πτέον· πρῶτον μὲν ὅτι πολλὰ τῶν ἐθνῶν οὐκ ἔκτηται τῶν θυσίμων ζῴων οὐθέν, εἰ μή τις τῶν ἀτίμων λέ- γοι· δεύτερον δὲ ὅτι τῶν ἐν αὐταῖς ταῖς πόλεσιν οἰ- κούντων οἱ πλεῖστοι σπανίζουσι τούτων. εἰ δὲ καὶ τῶν ἡμέρων τις καρπῶν λέγοι σπανίζειν, ἀλλʼοὐ τῶν γε λοιπῶν τῶν ἐκ γῆς φυομένων· οὐδʼ οὕτω χαλε- πὸν τοὺς καρποὺς ὡς τὰ ζῷα πορίσασθαι. ῥᾴων γὰρ ὁ πόρος τῶν καρπῶν καὶ τῶν ἀπὸ γῆς ἢ ὁ τῶν ζῴων. τὸ δὲ εὐδάπανον καὶ εὐπόριστον πρὸς συνεχῆ εὐσέ- βειαν συντελεῖ καὶ πρὸς τὴν ἀπάντων.