Ancient Greek · ~13 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 16.1
Not analysed yet
παρὰ γε μὴν τοῖς Πέρσαις οἱ περὶ τὸ θεῖον σοφοὶ καὶ τούτου θεράποντες μάγοι μὲν προσαγορεύονται· τοῦτο γὰρ δηλοῖ κατὰ τὴν ἐπιχώριον διάλεκτον ὁ μά- γος· οὕτω δὲ μέγα καὶ σεβάσμιον γένος τοῦτο παρὰ Πέρσαις νενόμισται, ὥστε καὶ Δαρεῖον τὸν Ὑστάσπου ἐπιγράψαι τῷ μνήματι πρὸς τοῖς ἄλλοις ὅτι καὶ μα- γικῶν γένοιτο διδάσκαλος. διῄρηντο δὲ οὗτοι εἰς γένη τρία, ὡς φησὶν Εὒβουλος ὁ περὶ τὴν τοῦ Μί- θρα ἱστορίαν ἐν πολλοῖς βιβλίοις ἀναγράψας, ὧν οἱ πρῶτοι καὶ λογιώτατοι οὔτʼ ἐσθίουσιν ἔμψυχον οὔτε φονεύουσιν, ἐμμένουσι δὲ τῇ παλαιᾷ τῶν ζῴων ἀπο- χῇ· οἱ δὲ δεύτεροι χρῶνται μέν, οὐ μέντοι τῶν ἡμέ- ρων ζῴων τι κτείνουσιν· οὐδʼ οἱ τρίτοι ὁμοίως τοῖς ἄλλοις ἐφάπτονται πάντων· καὶ γὰρ δόγμα πάντων ἐστὶ τῶν πρώτων τὴν μετεμψύχωσιν εἶναι, ὅ καὶ ἐμ- φαίνειν ἐοίκασιν ἐν τοῖς τοῦ Μίθρα μυστηρίοις. τὴν γὰρ κοινότητα ἡμῶν τὴν πρὸς τὰ ζῷα αἰνιττόμενοι διὰ τῶν ζῴων ἡμᾶς μηνύειν εἰώθασιν· ὡς τοὺς μὲν μετέχοντας τῶν μὐιῶν ὀργίων μύστας λέοντας καλεῖν, τὰς δὲ γυναῖκας λεαίνας, τοὺς δὲ ὑπηρετοῦντας κό- ρακας. ἐπί τε τῶν πατέρων . . . ἀετοὶ γὰρ οὗτοι καὶ ἱέρακες προσαγορεύονται. ὅ τε τὰ λεοντικὰ παρα- λαμβάνων περιτίθεται παντοδαπὰς ζῴων μορφάς· ὧν τὴν αἰτίαν ἀποδιδοὺς Πάλλας ἐν τοῖς περὶ τοῦ Μί- θρα τὴν κοινὴν φησὶ φορὰν οἴεσθαι, ὡς πρὸς τὴν τοῦ ζωδιακοῦ κύκλου ἀποτείνειν· τὴν δὲ ἀληθινὴν ὑπό- ληψιν καὶ ἀκριβῆ περὶ τῶν ἀνθρωπίνων ψυχῶν αἰ- νίττεσθαι, ἅς παντοδαποῖς περιέχεσθαι σώμασι λέ- γουσι. καὶ γὰρ Δατίνων τινὰς τῇ σφῶν διαλέκτῳ ἄπρους καὶ σκώπρους λασούρους τε καὶ μερούλους καλεῖν. καὶ θεοὺς δὲ τούτους δημιουργοὺς οὕτω προσ- ηγόρευσαν· τὴν μὲν Ἄρτεμιν λύκαιναν, τὸν δὲ Ἥλιον σαῦρον, λέοντα, δράκοντα, ἱέρακα, τὴν δʼ Ἑκάτην ἵππον, ταῦρον, λέαιναν, κύνα. τῆς δὲ Φερρεφάττης παρὰ τὸ φέρβειν τὴν φάτταν φασὶν οἱ πολλοὶ τοὔ- νομα τῶν θεολόγων· ἱερὸν γὰρ αὐτῆς ἡ φάττα. διʼ ὃ καὶ αἱ τῆς Μαίας ἱέρειαι ταύτην αὐτῇ ἀνατιθέασι. Μαῖα δὲ ἡ αὐτὴ τῇ Φερσεφόνῃ ὡς ἄν μαῖα καὶ τρο- φὸς οὖσα· χθονία γὰρ ἡ θεὸς καὶ Δημήτηρ ἡ αὐτή. καὶ τὸν ἀλεκτρυόνα δὲ ταύτῃ ἀφιέρωσαν. διʼ ὅ καὶ ἀπέχονται οἱ ταύτης μύσται ὀρνίθων ἐνοικιδίων. παρ- αγγέλλεται γὰρ καὶ Ἐλευσἳνι ἀπέχεσθαι καὶ κατοι- κιδίων ὀρνίθων καὶ ἰχθύων καὶ κυάμων ῥοιᾶς τε καὶ μήλων, · καὶ ἐπʼ ἴσης μεμίανται τό τε λεχοῦς ἅψασθαι καὶ τὸ θνησειδίων. ὅστις δὲ φασμάτων φύσιν ἱστό- ρησεν, οἶδε καθʼ ὅν λόγον ἀπέχεσθαι χρὴ πάντων ὀρνίθων, καὶ μάλιστα ὅταν σπεύδῃ τις ἐκ τῶν χθο- νίων ἀπαλλαγῆναι καὶ πρὸς τοὺς οὐρανίους θεοὺς ἱδρυνθῆναι. ἀλλʼ ἡ κακία, ὅπερ πολλάκις ἔφαμεν, ἱκανὴ συναγορεύειν ἑαυτῇ, καὶ μάλιστα ὅταν ἐν οὐκ εἰδόσι ποιῆται τοὺς λόγους. διὰ γὰρ τοῦτο οἱ μέτριοι τῶν κακῶν ματαιολογίαν ἡγοῦνται τὴν τοιαύτην παρ- αίτησιν καὶ τὸ δὴ λεγόμενον γραῶν ὕθλον, οἱ δὲ δεισιδαιμονίαν· οἱ δʼ ἐπίδοσιν ἐν τῇ σφῶν πονηρίᾳ πεποιημένοι ἕτοιμοι οὐ μόνον βλασφημεῖν κατὰ τῶν ταῦτα παραινούντων τε καὶ ὑποδεικνύντων, ἀλλʼ ἤδη καὶ ἁγνὸν εἰς γοητείαν καὶ τῦφον διαβάλλειν. ἀλλʼ οὗτοι μὲν δίκας καὶ παρὰ θεοῖς καὶ παῤ ἀνθρώποις ὧν ἁμαρτάνουσιν ἐκτίνοντες αὐτῇ πρῶτον τῇ τοιαύ- τῃ διαθέσει ἱκανὴν τιμωρίαν διδόασιν. ἡμεῖς δʼ ἔτι τῶν ἀλλοφύλων ἐθνῶν ἑνὸς μνημονεύσαντες ἐνδόξου τε καὶ δικαίου περί τε τὰ θεῖα πεπιστευμένου εὐσε- βοῦς, ἐπʼ ἄλλα μεταβησόμεθα.