Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 15-4
Not analysed yet
καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχεσθαι τῶν ζῴων καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν, ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐτοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν σαρκοφαγίαν. προἴόντος δὲ τοῦ χρόνου, ὡς φησὶ Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκληπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα τὸν γένει μὲν Φοίνικα, βασιλεύσαντα δὲ Κυπρίων τὴν σαρκο- φαγίαν παραδεχθῆναι ἐκ τοιαύτης παρανομίας. λέγει δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ περὶ Κύπρου καὶ Φοινίκης ταῦτα. τὸ μὲν γὰρ πρῶτον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλʼ οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦσθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱερεῖον θῦσαι μυθεύονται, ψυχὴν ἀντὶ ψυ- χῆς αἰτουμένους. εἶτα τούτου γενομένου ὁλοκαυτί- ζειν τὸ τυθέν. ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱε- ρείου πεσεῖν σάρκα εἰς γῆν, ἥν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον ἀβουλήτως προσαγαγεῖν τῷ στό- ματι τοὺς δακτύλους, ἀκούμενον τὴν κατάκαυσιν. γευσάμενον δὲ τῆς κνίσσης ἐπιθυμῆσαι καὶ μὴ ἀπο- σχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μεταδοῦναι. γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην πα- ραδοῦναι, ὅς οὐ πολλοῦ χρόνου διαλιπόντος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχε ποιούμενος, ὅτι δὲ τῶν αὐτῶν κρεῶν ἔφαγε, ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς περιέ- πιπτεν. ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαίνοντος καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτο- μένων, οὕτω δὴ ἀποστῆναι τοῦ κολάζειν. τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κωμικοῦ διέμεινεν· λέγει γάρ· παράδειγμα τοὺς Σύρους λάβε· ὅταν φάγωσʼ ἰχθὺν ἐκεῖνοι διά τινα αὑτῶν ἀκρασίαν, τοὺς πόδας καὶ τὴν γαστέρα οἰδοῦσιν, ἔλαβον σακίον, εἶτʼ εἰς τὴν ὁδὸν ἐκάθισαν αὐτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν ἐξιλάσαντο τοῦ ταπεινῶσαι σφόδρα.