Ancient Greek
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 17-2
Not analysed yet
παρʼ ἐνίοις δʼ ἱστορεῖται τῶν συγγραφέων, τῶν Τυρρηνῶν μετὰ τὸ κρατῆσαι Καρχηδονίων ἑκατόμβας κατὰ πολλὴν ἔριν τὴν πρὸς ἀλλήλους ἐκπρεπεῖς παρα- στησάντων τᾷ Ἀπόλλωνι, εἶτα πυνθανομένων αἷς ἡσθείη μάλιστα, παρʼ ἐλπίδα πᾶσαν αὐτὸν ἀποκρίνα- σθαι, διότι τοῖς Δοκίμου ψαιστοῖς. Δελφὸς δὲ ἦν οὗ- τος, σκληρὰ γεωργῶν πετρίδια· κατιών δὲ ἀπὸ τοὔ χωρίου ἐκείνης τῆς ἡμέρας, ἐκ τῆς περικειμένης πή- ρας τῶν ἀλφίτων ὀλίγας δράκας ἐθυλήσατο, πλέον τέρψας τὸν θεὸν τῶν μεγαλοπρεπεῖς θυσίας συντελε- σάντων. ὅθεν καὶ τῶν ποιητῶν τισὶ διὰ τὸ γνώριμον ἀποφαίνεσθαι ἐδόκει τὰ τοιαῦτα, ὡς Ἀντιφάνει ἐν Μύστιδι λέγεται, ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ· τεκμήριον δʼ· ὅταν γὰρ ἑκατόμβας τινὲς θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος πάντων καὶ λιβανωτὸς ἐπετέθη. ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα δαπάνην ματαίαν οὖσαν αὐτῶν οὕνεκα, τὸ δὲ μικρὸν αὐτὸ τοῦτʼ ἀρεστὸν τοῖς θεοῖς. καὶ Μένανδρος δʼ ἐν Δυσκόλῳ φησίν· ὁ λιβανωτὸς εὐσεβὴς καὶ τὸ πόπανον· τοῦτʼ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ ἅπαν τεθέν.