Ancient Greek · ~4 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 2
Not analysed yet
καὶ γάρ μοι κατʼ ἐμαυ- τὸν λογιζομένῳ τὴν τῆς μεταθέσεως αἰτίαν, ὑγείας μὲν καὶ ῥώμης, ὡς ἄν ὁ πολὺς καὶ ἰδιώτης φαίη ὄχλος, οὐκ ἄν μεταβαλέσθαι σε φήσαιμι· τοὐναντίον γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς σύμμετρον ὑπομονὴν τῶν περὶ φιλοσοφίαν πόνων τὴν ἄσαρκον δίαιταν αὐτὸς συνὼν ἡμῖν ὡμολόγεις συμβάλλεσθαι· τῇ τε πείρᾳ γινώσκειν πάρεστιν ὡς ταῦτα λέγων ἠλήθευες. ἢ δι᾿ ἀπάτην οὖν ἢ τὸ μηδὲν διαφέρειν ἡγεῖσθαι πρὸς φρό- νησιν τὸ οὕτως ἢ ἐκείνως διαιτᾶσθαι, διʼ ἄλλην ἴσως αἰτίαν ἥν ἀγνοῶ, φόβον τῆς ἐν τῷ παραβαίνειν ἀσεβείας ἐπαρτῶσαν μείζονα ἐπὶ τὰ πρόσθεν ἀναδρα- μεῖν σε παρανομήματα ἐφαίνετο. οὐ γὰρ δὴ διʼἀκρα- σίαν καὶ πόθον τῆς ὀψοφάγου λαιμαργίας καταφρο- νῆσαι τῶν πατρίων ἧς ἐζήλωκας φιλοσοφίας νόμων φήσαιμι ἄν σε, οὐδʼ ἐλάττω τὴν φύσιν τῶν παρά τι- σιν ἰδιωτῶν εἶναι, οἵ νόμους ἐναντίους οἷς ἔζων πρό- τερον καταδεξάμενοι τομάς τε μορίων ὑπομένουσι, καί τινων ζῴων, ὧν πρόσθεν ἐνεφοροῦντο, ἀπόσχοιντο ἂν μᾶλλον ἢ · κρεῶν ἀνθρωπείων.