Ancient Greek
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 2-2
Not analysed yet
πρῶτον μὲν γὰρ οὐ φαμὲν εἶναι ἀκόλουθον τῷ ἀναιρεῖν τὰ ζῷα τὸ δεῖν ἐξ ἀνάγκης αὐτὰ καὶ ἐσθίειν, οὐδʼ ὁ τὸ ἕτερον διδούς, λέγω δὲ τὸ σφάττειν, τίθησι πάντως καὶ τὸ ἐσθίειν. αὐτίκα πολεμίους μὲν ἐπιόν- τας οἱ νόμοι ἀμύνεσθαι συνεχώρησαν, ἐσθίειν δʼ οὐ -τοὺς οὐκέτʼ εἶναι κατʼ ἄνθρωπον δέδοκται. δεύτερον οὐκ εἰ δαίμοσιν ἢ θεοῖς ἢ τισι δυνάμεσιν θῦσαί τι τῶν ἐμψύχων προσήκει διά τινας αἰτίας εἴτε γνω- στὰς εἴτε καὶ ἀγνώστους ἀνθρώποις, διὰ τοῦτο παὶ θοινᾶσθαι ἐξ ἀνάγκης δεῖ τὰ ζῷα. δειχθήσεται γὰρ ἄνθρωπος παραλαμβανόμενος ἐν θύμασι καὶ ζῷα, ὧν οὐκ ἄν τις οὐδὲ τῶν εἰωθότων σαρκοφαγεῖν ἀνθρώ- πων ὑπομείνειεν ἂν γεύσασθαι. καὶ μὴν ἐπὶ τοῦ φο- νεύειν ζῷα τὸ αὐτὸ παρορᾶται πλημμέλημα. οὐ γὰρ εἴ τινα δεῖ, καὶ πάντα, ὡς οὐδʼ εἰ τὰ ἄλογα ζῷα, πάν- τως καὶ ἀνθρώπους.