Ancient Greek · ~4 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 26
Not analysed yet
ποία δὲ ἄν τις γένοιτο πόλις, εἰ πόντες οἱ πολῖται ταύ- την ἔχοιεν τὴν γνώμην; πῶς γὰρ ἄν ἀμύναιντο πολε- μίους ἐπὶ σφᾶς ἰόντας, τὴν μεγίστην ποιούμενοι φυ- λακὴν μή τινα αὐτῶν ἀποκτείνωσιν; παραχρῆμα τοί- νυν ἀνάστατοι γίγνοιντʼ ἄν· ἄλλα δʼ ὅσα δυσχερῆ συμβαίνειν ἀνάγκη, μακρὸν ἄν ἔργον εἴη λέγειν. ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτείνειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόντων γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βε- . βρεγμένους, τῶν δὲ μετʼ ἐκείνους ταύτην μὲν ἀποδο- κιμασάντων τὴν δίαιταν, διὰ δὲ τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένωντοῖς ἀθληταῖς, πρῶτον περιε- λόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρουσαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν. ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι τῶν ἐμψύχων τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς. τοιαῦτα μὲν καὶ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάχῳ τε τῷ Ἐπικουρείῳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται. μέλλοντες δὲ πρός τε ταύτας καὶ τὰς τῶν πολλῶν ὑπολήψεις ἀντιλέγειν εἰκότως ἄν προλέγοιμεν ταῦτα.