Ancient Greek · ~6 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 34
Not analysed yet
κατὰ γὰρ πάντα τὰ τοιαῦτα ἐκβακχευομένη ὑπὸ τῆς ἀλογίας ἀναπηδᾶν τε ποιεῖ καὶ ἐκβοᾶν καὶ κεκραγέναι, τῆς ἔξω ταραχῆς ἀπὸ τῆς ἔνδον ἐκκαομένης, ἣν ἀνῆψεν ἡ αἴσθησις. αἱ δὲ διὰ τῶν ἀκοῶν ἐμπαθεῖς οὖσαι κινήσεις ἔκ τε ποιῶν ψόφων καὶ ἤχων, αἰσχρορρημοσύνης τε καὶ λοιδορίας, ὡς τοὺς μὲν πολλοὺς τέλεον τοῦ λογισμοῦ ἐκδεδυκότος φέρεσθαι ποιοῦσιν οἰστρουμένους, τοὺς δʼ οὖ θηλυνομένους παντοίας στροφὰς ἑλίττεσθαι. θυμιαμάτων δὲ χρήσεις ἢ εὐώδεις πνοαί, αἵ τε τοὺς οὑτῶν ἔρωτας τοῖς ἐρασταῖς ἐμπορευόμεναι, τίνα λε- λήθασιν, ὅσην τῆς ψυχῆς τὴν ἀλογίαν πιαίνουσιν; περὶ γὰρ τῶν διὰ τῆς γεύσεως τί ἄν τις καὶ εἴποι πα- θημάτων, διπλοῦ μάλιστʼ ἀνταῦθα τοῦ δεσμοῦ συμ- πλεκομένου· τοῦ μὲν ὃν ἐκ τῆς γεύσεως τὰ πάθη πιαί- νει, τοῦ δὲ ὃν ἐκ τῆς ἐμφορήσεως τῶν ἀλλοτρίων σω- μάτων βαρύν τε καὶ δυνατὸν ἐργαζόμεθα; φάρμακα γάρ, ὥς πού τις τῶν ἰατρῶν ἔφη, οὐ μόνα τὰ σκευα- στὰ ὑπὸ τῆς ἰατρικῆς, ἀλλὰ καὶ τὰ καθʼ ἡμέραν εἰς τροφὴν παραλαμβανόμενα σιτία τε καὶ ποτά· καὶ πολὺ μᾶλλον τὸ θανάσιμον ἐκ τούτων τῇ ψυχῇ ἀναδίδοται ἢ ἐκ τῶν φαρμακειῶν εἰς διάλυσιν τοῦ σώματος κατα- σκευάζεται. αἰ δὲ ἀφαὶ μόνον οὐ σωματοῦσαι τὴν ψυ- χὴν καὶ εἰς ἀνάρθρους ψόφους, οἷα δὴ σῶμα, πολλά- κις ἐκπίπτειν ἠρέθισαν. ἐξ ὧν αἱ μνῆμαι καὶ αἱ φαν- τασίαι αἵ τε δόξαι ἀθροιζόμεναι ἑσμὸν τῶν παθῶν ἐγείρονσαι, φόβων, ἐπιθυμιῶν, ὀργῶν, ἐρώτων, φίλ- τρων, λυπῶν, ζήλων, μεριμνῶν, νοσημάτων, τῶν ὁμοίων παθῶν πλήρη ἀπέδειξαν.