Ancient Greek · ~6 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 38-2
Not analysed yet
συγκεχυμένης δὲ τῆς περὶ αὐτῶν ἐννοίας καὶ εἰς πολλὴν διαβολὴν χωρούσης, ἀναγκαῖον διαστεῖλαι λόγῳ τὴν φύσιν αὐτῶν. ἴσως γὰρ ἀναγκαῖον φασὶν ὅθεν ἡ πλάνη γέγονεν τοἵς ἀνθρώποις περὶ αὐτῶν ἀναφαίνειν. διαιρετέον οὖν τὸν τρόπον τοῦτον. ὅσαι μὲν ψυχαὶ τῆς ὅλης ἐκπε- φυκυῖαι μεγάλα μέρη διοικοῦσι τῶν ὑπὸ σελήνην τόπων, ἐπερειδόμεναι μὲν πνεύματι, κρατοῦσαι δὲ αὐτοῦ κατὰ λόγον, ταύτας δαίμονάς τε ἀγαθοὺς νο- μιστέον καὶ ἐπʼ ὠφελείᾳ τῶν ἐρχομένων πάντα πραγ- ματεύεσθαι, εἴτε τινῶν ἀφηγοῖντο ζῴων, εἴτε καρ- πῶν ἀποτεταγμένων, εἴτε καὶ τῶν ἕνεκα τούτων, οἷον ὄμβρων, πνευμάτων μετρίων, εὐδίας, τῶν. τε ἄλλων ἃ τούτοις συνεργεῖ, εὐκρασίας τε ὡρῶν τοῦ ἔτους, ἡμῖν οὖ τεχνῶν τε καὶ τῶν κατὰ μουσικὴν παιδείας τε συναπάσης ἰατρικῆς τε καὶ γυμναστικῆς τινος τούτοις ὁμοίας. τούτους γὰρ ἀδύνατόν ἐστι καὶ τὰς ὡφελείας ἐκπορίζειν καὶ πάλιν οὖ βλάβης ἐν τοῖς αὐτοῖς αἰτίους γίγνεσθαι. ἐν δὲ τούτοις ἀριθ- μητέον καὶ τοὺς πορθμεύοντας, ὡς φησὶ Πλάτων, καὶ διαγγέλλοντας τὰ παρʼ ἀνθρώπων θεοῖς καὶ τὰ παρὰ θεῶν ἀνθρώποις, τὰς μὲν παρʼ ἡμῶν εὐχὰς ὡς πρὸς δικαστὰς ἀναφέροντας τοὺς θεούς, τὰς δὲ ἐκείνων παραινέσεις καὶ νουθεσίας μετὰ μαντειῶν ἐκφέροντας ἡμῖν. ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύ- ματος οὐ κρατοῦσιν, ἀλλʼ ὡς τὸ πολὺ καὶ κρατοῦν- ται, διʼ αὐτὸ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν. αὗται δʼ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ δʼ ἂν εἰκότως λέγοιντο.