Ancient Greek
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 4-2
Not analysed yet
μὴ συγχεομένων ἄρα τούτων, ἀλλ’ ὃν προσήκει τρόπον διακρινομένων, τὰ πλεῖστα τῶν ἀντιλεγομένων εὑρίσκεται μάταια. τὰ γὰρ πλεῖστα ἢ ὅτι φονεύειν δεῖ διὰ τὰς βλάβας τὰς ἀπʼ αὐτῶν μη- νύσαντα καὶ τὸ ὅτι ἐσθίειν ὡς ἀκόλουθον λαμβάνει, ἢ ὅτι ἐν ταῖς θυσίαις καὶ ζῷα παρελήφθη, συλλογίζε- ται ὡς καὶ ἀνθρώποις ἄρα βρωτέον ταῦτα. καὶ πάλιν εἴ τινα διὰ τὸ ἄγριον ἀναιρετέον, ἀξιοῦσιν ὡς ἀκό- λουθον τὸ δεῖν φονεύειν καὶ τὰ ἥμερα· καὶ εἴ τισι βρωτέον, οἷον ἀθληταῖς καὶ στρατιώταις καὶ τοῖς διὰ σώματος τὴν ἐργασίαν ποιουμένοις, ὅτι καὶ φιλοσό- φοις· καὶ εἴ τισι τούτων, καὶ πᾶσι· πασῶν τῶν ἀκο- λουθιῶν τούτων μοχθηρῶν τε οὐσῶν καὶ οὐδεμίαν ἀνάγκην τῆς θέσεως παραστῆσαι δυναμένων. καὶ ὅτι μὲν πᾶσαι μοχθηραί, ἐναργῶς αὐτόθεν τοῖς μὴ ἐρι- στικοῖς προσπίπτει. ἡμεῖς μέντοι τὰς μὲν ἤδη εὐθύ- ναντες, τὰς δὲ προῖόντος τοῦ λόγου ἐλέγξειν μέλλον- τες, νῦν τὸ περὶ τῶν θυσιῶν σκέμμα διευκρινήσομεν, τάς τε ἀρχὰς ὅθεν γεγόνασιν ἀφηγούμενοι, καὶ τίνες καὶ ποῖαι ἦσαν αἱ πρῶται, πῶς τε μετέβρλλον καὶ πότε, καὶ εἰ πάντα θυτέον τῷ φιλοσόφῳ, τίσιν τε θυ- σίαι αἱ διὰ τῶν ζῴων γίγνονται· καὶ ὅλως πᾶν τὸ πα- ρακείμενον, τὰ μὲν αὐτοὶ ἐφευρίσκοντες, τὰ δὲ παρὰ τῶν παλαιῶν λαμβάνοντες ἀναγράψομεν, τοῦ συμμέ- τρου καὶ οἰκείου τῇ ὑποθέσει στοχαζόμενοι κατὰ δύ- ναμιν. ἔχει δὲ οὕτως.